δηλοῦν, ὅτι πολὺ λίαν ἀμφιλαφεῖ καὶ οἷον ὅλῳ βλέμματι κατασκέψεται· σημεῖον δ’ ἂν γένοιτο τοῦτο σαφὲς τῆς ἐπ’ 1 αὐτοῖς εὐμενείας καὶ μέντοι φειδοῦς καὶ ἀγάπης. γέγραπται 2 γὰρ ὅτι “ Ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους.’’ καὶ οὓς ἂν τούτους δὴ πάντως τρισμακαρίους ἀποφαίνει, εἴπερ
ἐστὶν εἰπεῖν οὐ διεψευσμένως, ὡς κολάζει μὲν ταῖς ἀποστρο- φαῖς τὸν ὑβριστήν τε καὶ ἁλιτήριον, κατευφραίνει γεμὴν ταῖς ἐπισκέψεσι τὸν εὐσεβῆ καὶ φιλάρετον . καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ, καὶ τὴν ἐκ τῆς ἀποστροφῆς ζημίαν καὶ τὸ ἐκ 3 τῆς ἐπισκέψεως κέρδος ἐμφανὲς καθιστὰς, ποτὲ μὲν ἔφασκε
4 “ Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ “ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου·’’ ποτὲ δὲ δὴ αὖ 5 “ πίλεον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με." ἕψεται γὰρ πάντως ταῖς ἀποστροφαῖς ὁ θυμὸς καὶ τὰ ἐξ αὐτοῦ συμβαίνοντα· τῷ γεμὴν ἐπιβλέψαι τὸ χρῆναι λαβεῖν τὸν ἔλεον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.