ἀναβάτην πατάξειν εἰπὼν ἐν ἐκστάσει τε καὶ παραφρονησει καὶ μὴν καὶ ἀποτυφλώσει. ἔστι δὲ οἶμαι ταὐτὸν τὸ παθεῖν τὴν ἔκστόισιν τῷ ὑπομεῖναι τὴν παραφρόνησιν. τὸ γὰρ ἔξω γενέσθαι φρενὸς, ἒκστασις ἃν νοοῖτο, καὶ μάλα εἰκότως. οὗ δὴ γεγονότος καὶ τοῖς φονῶσι συμβεβηκότος, περιέσται που
πάντως τοῖς ἁγίοις εἰπεῖν περὶ τῶν σφισι μεμαχημένων “ Οί 2 “ ἐχθροὶ ἡμῶν ἀνόητοι,” καὶ μὴν καί “ οὗτοι ἐν ἅρμασι καὶ Ps. xix. “ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν “ μεγαλυνθησόμεθα. αὐτοὶ συνεποδίσθησαν καὶ ἒπεσον, “ ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν.” παραφρονήσειε δ'
ἃν καὶ ἑτέρως ὁ ταῖς τῶν ἁγίων ἀνεξικακίαις ἀνοσίως ἐπιπηδῶν, καὶ ἀδόκητον ὑπομενεῖ τὴν ἔκστασιν, ἤτοι τὸ θαῦμα, τεθεαμένος ὅτι νικῶσιν ἐν συμφοραῖς, καὶ στεφα- νοῦνται πεσόντες, κἂν ἡττῆσθαι δοκοῖεν, τότε δὴ μάλιστα κρατοῦσι μειζόνως· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔν γε δὴ μάλιστα 3
τῷ παθεῖν αὐτοὺς ὁρῶνται εὐκλεεῖς, καὶ τῷ μεγέθει τῶν πόνων συμπαρομαρτοῦσαν ἔχουσι τὴν ἄνωθεν χάριν. εἶτα πῶς οὐκ ἃν καταπλήξειαν τοὺς μεμαχημένους οἱ μακάριοι μάρτυρες, καὶ αὐτὸν νικῶντες ’τον σαταναν, καὶ πονήροις μὲν καὶ ἀκαθάρτοις ἐπιτιμῶντες πνεύμασι· πολὺ δὲ τὸ θαῦμα
τῆς ἐνούσης εὐκλείας αὐτοῖς ἐνιέντες ἔσθ’ ὅτε καὶ αὐτοῖς τοῖς ἀνῃρηκόσιν ; οὐκοῦν ἱππότην τε ἅμα καὶ ἵππον πατάξειην ἐπαγγέλλεται· ἵνα νοῶ μὲν τὰς τῶν πολεμίων φάλαγγας, τὰς 4 ταῖς τῶν ἁγίων ἐπιεικείαις ἀντιτεταγμένας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.