ποιὰν αἰτίαν ; εὔξυλον μὲν γὰρ ὄρος ὁ λίβανος καὶ δρυμοῖς ἀμφιλαφέσι κατάκομον. πολυανθρωποτάτη δὲ καὶ ἡ τῶν Ἰουδαίων χώρα, καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν ἐνοικούντων ἔχουσα πληθὺν, καὶ οἷον κέδρους ἢ πίτυς εὐμηκεστάτας, τοὺς τῶν ἄλλων περιφανεστέρους,
1 ἱερέας τε φημι καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας, οἳ καὶ τοῖς τῆς ἡγεμονίας αὐχήμασιν ὑπερανεστηκότες, γνώριμοί τε ἦσαν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, ὑψοῦ τε ἠρμένην ἔσχον τὴν δόξαν. ἐπειδὴ δὲ 2 δεδυσσεβήκασιν εἰς Χριστόν· ἦραν γὰρ “ τὴν κλεῖδα τῆς
“ γνώσεως, καὶ οὔτε αὐτοὶ εἰσῆλθον, οὔτε τοὺς εἰσερχο- “ μένους ” ἀφῆκαν εἰσελθεῖν, καὶ τελευτῶντες ἐσταύρωσαν, 3 καίτοι καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος· ταύτῃτοι δικαίως ἄρδην ἀπολώλασιν οἴκοις τε ὁμοῦ καὶ 4 πόλεσι καὶ φιλτάτοις. οὐκοῦν αἰνιγματωδῶς Λίβανον μὲν,
ὡς ἔφην, τὴν Ἰουδαίαν ἀποκαλεῖ· δένδροις δὲ τοῖς εὐμη- κεστάτοις παρεικάζει τοὺς ἐν αὐτῇ, ὡς τῶν ἄλλων ὑπερηρ- μένους καὶ πολὺ λίαν ὑπερφέροντας. ὅτι δὲ ἔμελλεν ἁλῶναί 5 τε ῥᾳδίως, καὶ ὡς ἀπύλωτος πόλις εἰσχεόμενον μὲν παραδέξασθαι τὸν τῶν Ῥωμαίων στρατὸν, δαπανηθῆναί τε οὕτως , ὡσανεὶ καὶ δρυμὸς ἐπενεχθείσης φλογὸς, κατασημαίνει λέγων Δόίνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ
κέδρους σου· ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.