λεγομένων τὴν δήλωσιν. ἀποχρῶσαν δὲ τὴν ἀφήγησιν εὖ μάλα πεποιημένος τὴν περί γε τῆς τῶν ἐθνῶν κλήσεως τῆς ἐν Χριστῷ διὰ πίστεως, τὴν ἐσομένην ἐπ’ αὐτῷ δυσπεί- θειαν τῶν ἐξ Ἰσραὴλ κατὰ τὸν τῆς ἐνανθρωπήσεως δηλονότι 1 καιρὸν προαφηγεῖται σαφῶς, καὶ ὅτι ταύτης ἕνεκα τῆς αἰτίας
κατεμπρησθῆναι δεῖ τόν τε νεὼν αὐτὸν καὶ μέντοι καὶ τὰ 2 Ιεροσόλυμα, προσαλῶναι δὲ καὶ αὐτὰς τοῦ Ἰσραὴλ τὰς πόλεις, καὶ συνδιολέσθαι τοῖς ἐνοικοῦσιν αὐτάς. πέπρακται δὲ ταῦτα διὰ χειρὸς τῆς Ῥωμαίων, στρατηγούντων κατὰ καιρὸν Οὐεσπασιανοῦ τε καὶ Τίτου. καὶ περιττὸν, ὡς ἔοικεν, ἀφηγεῖσθαι λεπτῶς ἕκαστα τῶν συμβεβηκότων ταῖς
3 Ἰουδαίων πόλεσιν ἤτοι δήμοις, τῆς εἰς Χριστὸν ἕνεκα παροι- νίας· ἐξὸν τοῖς ἐθέλουσι τοῖς Ἰωσήπου συγγράμμασιν ἐντυ- χεῖν, ἀναμαθεῖν σαφῶς ἅπερ ἂν ἕλοιτο λεπτῶς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.