εὐθὺς ὅτι μεγάλως ἐταλαιπώρησαν. καὶ τίς ἃν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, παρέδειξεν εἰπὼν πῆ μὲν, ὅτι ἀλολυξάτω πίτυς διότι πέπτωκε κεδρος. καταδῃούσης γὰρ τῆς Ῥωμαίων χειρὸς τὰς ἐν τῇ Ἰουδαίᾳ πόλεις, συνέβαινε 1 καθ’ ἡμέραν τοὺς ἐν αὐταῖς ἁλίσκεσθαι λαμπρούς.
οἱ δὲ μήπω τοῦτο πεπονθότες, κατωλοφύροντο τοὺς ἑαλω- κότας, καὶ τὸν ἐπί γε σφίσιν αὐτοῖς εἰσεδέχοντο θρῆνον, ἄθυμοι δὲ ἦσαν καὶ περιδεεῖς, ὡς αὐτίκα δὴ μάλα πεισόμενοι καὶ αὐτοί. τοῦτο οἶμαι δηλοῦν τό Ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος· δρύας γεμὴν Βασανίτιδος ἰδικῶς τάχα που
τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἀποκαλεῖ. Βασανῖτις μὲν γὰρ χωρίον ἐστὶν ἐν τῇ Ἰουδαίᾳ, εὔγειόν τε καὶ παμφορώτατον, καὶ ὑψηλὰ λίαν ἐκτρέφον τὰ δένδρα. ἐπειδὴ δὲ τῶν ἄλλων 2 ἦσαν οἱ ἐν τοῖς Ἱεροσολύμοις ἀμείνους, ἱερέας δέ φημι καὶ τοὺς τῶν λαῶν ἡγουμένους, Βασανίτιδος αὐτοὺς ἀπεκάλεσε
δρὐας, αἳ δὴ καὶ τεθρηνήκασιν εἰκότως, διάτοι τὸ κατασπασθῆναι τὸν δρυμὸν τὸν σύμφυτον. ἐμάνθανον γὰρ ὅτι τῶν ἀνὰ πᾶσαν τὴν χώραν οἷά τις δρυμὸς ἡ πληθὺς δεδαπάνηται καὶ οἷον πελέκεσιν ἐκκοπτομένη ταῖς τῶν πολεμούντων ἀγρίαις ἐμβολαῖς. σύμφυτον δὲ δρυμὸν, ὃν δὴ καὶ κατε- 3 σπάσθαι φησὶν, οὐδὲν ἧττον νοήσεις καὶ τὴν ἐν αὐτοῖς τοῖς 4 Ἰεροσολύμοις πληθύν· λιμῷ τε γὰρ καὶ πολέμῳ διολώλασιν· ἐπολολυζόντων αὐτοῖς τῶν τῆς Βασανίτιδος δρυῶν, τουτέστι τῶν ἡγουμένων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.