φάνειαν αὐτοῦ, τοῖχος ἐγήγερται καὶ φραγμὸς αὐτὸς ὁ Ἐμμανουὴλ, ἀρρήτῳ δυνάμει περιβάλλων καὶ ἀποσοβῶν τῶν ἡμετέρων διανοιῶν τοὺς ἀκαθάρτους δαίμονας, καὶ τοῖς ἐκείνων οὐκ ἀφιεὶς ὑπεστρῶσθαι ποσί. τοιγάρτοι καὶ ὁ προφήτης πρὸς αὐτόν “καὶ κληθήσῃ, φησὶν, οἰκοδόμος φραγμῶν 4
“καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις.” ὥσπερ γὰρ οἱ περιφράττειν εἰωθότες ἀμπελῶνας κεχερσωμένους τὰς διὰ μέσου παύουσι τρίβους, οὐκ ἐῶντες ἔτι τοῖς τῶν ἄνω τε καὶ κάτω 5 ποιούντων πατεῖσθαι ποσίν· οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἑαυτὸν ἡμῖν τεῖχος οἷαπερ ἄρρηκτον περιθεὶς, καὶ
ἀγγελικαῖς δυνάμεσι περιφράττων ἔξω τοῦ πατεῖσθαι γενέσθαι παρεσκεύασεν. ἔφη δὲ πρὸς τούτοις, ὅτι οὐκέτι οὐ μὴ ἐπέλθῃ ἐπ’ αὐτοὺς ἐξελαύνων. πάλαι μὲν γὰρ ἦ μὲν εὐάλωτοι καὶ εὐπαρακόμιστοι κομιδῆ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἰόντες εὐκόλως, ἄγοντός τε ἡμᾶς καὶ φέροντος τοῦ
σατανᾶ, καὶ ἐκ τούτων εἰς ἐκεῖνα μονονουχὶ καὶ ἐλαύνοντος. 6 ἁλλ’ ἔπαυσε καὶ τοῦτο Χριστός. οὐ γὰρ ἥξει καθ’ ἡμῶν ὁ λεηλατῶν· οὐκ ἐκβαλεῖ καθὰ καὶ πρώην εἴς γε τὸ αὐτῶ δοκοῦν. πεπήγμεθα γὰρ ἐν Χριστῷ, ἀσφαλῆ τε καὶ ἱδρυμένην ἐσχήκαμεν τὴν καρδίαν, οὐκέτι κατασειόμενοι πρὸς ἃ
μὴ προσῆκεν· οὐκ ἐκβαίνοντες εἰς πολυθείαν· οὐκ ἐξελαυνόμενοι πρὸς πλάνησιν, ἀλλ’ οἷον ἐμβεβηκότες ἐν πίστει τε καὶ ἀγάπῃ τῆ εἰς Θεὸν, ὡς χαίροντας ἐπὶ τούτῳ λέγειν 7 “ καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.” λέγων δέ Ὅτι 8 9 νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῦ μου, ἐπισκοπῆς ὄντα καιρὸν κατέδειξεν ἐναργῶς τὸν τῆς τοῦ Σωτῆρος ἐπιδημίας. 10 “Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,” καὶ ᾗ φησιν ὁ Δαυείδ “κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν, καίτοι πάλαι διὰ τὴν ἐν ἡμῖν ἁμαρτίαν οὐκ ἐποπτείας ἀξιῶν,
οὐ φειδοῦς ἢ ἀγάπης, οὐχ ἑτέρου τινὸς τῶν τοιούτων ὅλως, ἁλλ’ οἱονείπως ἀπεστρεμμένος· ταύτῃτοι καὶ τεταράγμεθα. 11 καὶ μαρτυρήσει λέγων ὁ μακάριος Δαυείδ “Ἀποστρέψαντός 12 “σου τὸ πρόσωπον ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐ- “τῶν ἐπιστρέψουσιν.” ἐπειδὴ δὲ νῦν, τουτέστι κατὰ τὸν
τῆς ἐπιδημίας καιρὸν, ἑόρακεν ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, σεσώσμεθά τε καὶ ἠλεήμεθα, καὶ τί γὰρ οὐχὶ τῶν ἐπέκεινα λόγου καὶ ἀξιαγάστων ἀληθῶς κεκερδάκαμεν;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.