πάντως ἐσμὲν οἱ πεπιστευκότες, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος κατοικεῖ, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν ἐναυλίζεται. ἔφη γὰρ αὐτὸς διὰ προφήτου 2 φωνῆς “ Ὅτι κατοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, “καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονται μοι λαός.
3 ἀνάστεμα δὴ οὖν τὸ ἐγηγερμένον διὰ βουλῆς τοῦ Πατρὸς τῇ Ἐκκλησίᾳ Χριστὸς, ἵνα μηκέτι, καθὰ καὶ πάλαι, διοδεύωσί τινες καὶ ἀνακάμπτωσιν ἐν ἡμῖν, ἄνω τε καὶ κάτω ποιοῦντες, καὶ οἷά τινα κεχερσωμένην συμπατοῦντες ὁδὸν, καὶ βλάβης ἁπάσης ἀναπιμπλάντες τὰς ἡμετέρας καρδίας.
4
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.