ἰδίαν πλάνησιν τῇ τῆς εὐγλωττίας δυνάμει διατειχίζοντας, καὶ καταπλουτοῦντας λίαν τὸ ὡς ἐν λέξει λαμπρὸν ὡς ἄργυρον], καὶ ὡς ἐν τάξει χρυσοῦ τὸ ἐν νοήμασι τίμιον. πλὴν καὶ οὕτως ἔχοντας κεκληρονόμηκεν ὁ Χριστὸς, καθεῖλε μὲν γὰρ τὰ ὀχυρώματα, τουτέστι, πεπτώκασι τὰ ἐξ ἀπάτης
εὑρήματα, διήρπασται δὲ τὸ χρυσίον καὶ τὸ ὰργύριον. οἱ γάρτοι 2 κατὰ καιρὸν τῶν ἐκκλησιῶν προεστηκότες, ἄνδρες ἐλλό- γιμοι καὶ σοφοὶ, καὶ τῆς ἐκείνων εὐγλωττίας τὴν δύναμιν εἰς ἑαυτοὺς ἁρπάσαντες ἱερὸν ἀνάθημα πεποίηνται τῷ Θεῷ, τοῖς τῆς πίστεως ἐπαγωνιζόμενοι λόγοις, καὶ τῆς παρ’ ἐκείνοις
ἀπάτης πλείστην τε ὅσην καὶ ἀληθῆ ποιούμενοι τὴν κατάῤῤησιν. 3 πεπράχασι τι τοιοῦτον οἱ ἐξ Ἰσραήλ. χρησάμενοι γὰρ πάρα τῶν Αἰγυπτίων σκεύη χρθσα τε καὶ αργυρα καὶ σκυλεύσαντες τοὺς πλεονεκτήσαντας, προσήγαγον ταῦτα κατὰ τὴν ἔρημον τῷ παναγίῳ Θεῷ, κατασκευαζομένης τῆς
ἁγίας σκήνης καὶ τῶν ἐν αὐτῇ σκευῶν ἱέρων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.