2 χεῖρα τὰς ἃς ἄλλας, καὶ τῶν ὁμόρων προεκκείμεναι. οὐκοῦν ἐπειδήπερ, φησὶν, ὑψηλὴν ἀνασπῶσι τὴν ὀφρὺν Σιδών τε καὶ Τύρος, οἴονται δὲ εἶναι δειναί τε καὶ ἄθραυστοι, καὶ τεθαρσήκασι μὲν ἐπ’ ὀχυρώμασι, τουτέστι τειχῶν περιβολαῖς, ἤγουν 3
καὶ ἑτέροις πράγμασι, δι’ ὧν ἃν εὖ ἔχοι καὶ σώζοιτο πόλις, πεφρονήκασι δὲ καὶ ἐπὶ πλούτῳ μέγα, ταύτῃτοι μαθήσονται διὰ πείρας αὐτῆς, ὅτι Κύριος κληρονομήσει αὐτήν. πεπορθηκότων γὰρ αὐτὴν τῶν ἐξ ’Ισραὴλ, ἤγουν τάχα που Οὐεσπασιανοῦ καὶ Τίτου, κληρονομήσεσθαί φησιν αὐτὴν παρὰ Θεοῦ.
καὶ γὰρ ἦν αὐτὸς ὁ παραδιδοὺς καὶ ὑπὸ χεῖρα τιθεὶς τῶν ᾑρηκότων αὐτήν. Ῥωμαῖοι γὰρ τοῖς ἰδίοις ὑποφέροντες σκήπτροις τὴν σύμπασαν γῆν, τοῖς μὲν εἴκουσιν ἀμαχεὶ 4 πρᾶοί τε ἦσαν καὶ προσηνεῖς· τοῖς γεμὴν ἀντεξάγειν εθέλουσιν ἐπεφύοντο καὶ αὐτοὶ δριμεῖς τε καὶ μάχιμοι. κατεμπρησθήσεσθαι
δὴ οὖν φησιν αὐτὴν κατεσπασμένων ἐν θαλάσσῃ τῶν ὀχυρωμάτων, καὶ διηρπασμένου τοῦ πλούτου, εἰ καὶ ἦν ὡς χοῦς τὸ χρυσίον καὶ ὡς πηλὸς όνων τὸ ἀρηύριον αὐτῆς. ἔμποροι γὰρ γεγόνασι δεινοὶ καὶ φιλοκερδέστατοι λίαν, οἱ τῆς Τυρίων οἰκήτορες, καὶ περί γε τούτου πλατὺς
καὶ μακρὸς ἐκπεποίηται λόγος ἐν τοῖς Ἰεζεκιὴλ τοῦ προφήτου 5 συγγράμμασιν. οὐδὲν οὑν ἄρα τοὺς Θέῳ προσκρουοντας 6 ὀνήσει ποτὲ τοὺς ἐπιτωθάζοντας μὲν ἁγίοις, εἰ δή που τι συμβαίνοι παθεῖν αὐτοὺς, πλατὺ δὲ γελῶντας εἰ δοκιμάζοι Θεὸς τῶν ἰδίων τὴν πίστιν. ἀτονήσει γὰρ αὐτῶν πᾶν
ὀχύρωμα, τουτέστι πᾶσα περιβολὴ καὶ πᾶς ἀσφαλείας τρόπος· οὐδὲν δὲ ὅλως ὁ πλοῦτος, ἀλλ’ ἔσται τις καὶ πολέμου 7 τροφὴ καὶ τοῖς εἰωθόσι καταδῃοῦν προθυμίας τῆς εἰς τοῦτο μᾶλλον ὁλκός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.