κατά τε τῆς γῆς τῆς Σεδρὰχ καὶ τῆς Δαμασκοῦ γενήσεται καὶ μέντοι καὶ Ἡμὰθ, ἥτις ἐστὶν ἐν τοῖς ὁρίοις αὐτῆς, δῆλον δὲ ὅτι τῆς Δαμάσκου. γῆ δὲ Σεδρὰχ χώρα που πάντως ἐστὶ κατὰ τὴν ἑῴαν κειμένη, ἧς γείτονες ἥ τε Ἡμάθ· ἢ νῦν 1 ἐστιν Ἐπιφάνεια τῆς Ἀντιοχέων προσωτέρω βραχὺ· καὶ ἡ
Δαμασκὸς, ἥ ἐστιν ἐπὶ Φοινίκων τε καὶ Παλαιστίνων μη- τρόπολις· ὑποκείσονται δὲ δηλονότι ταῖς μητροπόλεσι καὶ πόλεις αἱ ὑπ’ αὐταῖς. διατί τοίνυν κατ’ αὐτῶν τὸ λῆμμα ; 2 ὅτι καὶ ἐν αὐταῖς γέγονεν ἀνάπαυσις αὐτοῦ, τουτέστι τοῦ πάντων κρατοῦντος Θεοῦ. ἀναπέπαυται δὲ ὅτι τεθέαται τετιμωρημένας. οὐ γὰρ ἃν σεσίγηκεν ὁ πάντα ἐφορῶν, 3 φειδοῦς τε καὶ ἐπισκέψεως ἀξιῶν τὸ ἀπόλεκτον γένος, τουτέστι τὸν Ἰσραήλ. ἐφορᾷ γὰρ ἀνθρώπους ὁ τῶν
ὅλων Θεὸς, καὶ τὴν ἑκάστου τρίβον κατασκέπτεται, καὶ τοῖς μὲν ἀδικοῦσιν ἐπιφέρει τὰ ἐξ ὀργῆς, ἐκρύεται δὲ τοὺς ἀδικουμένους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.