ἐπεχείρουν τὴν Ἱερουσαλὴμ, τότε δὴ τότε τὰ περίοικα τῶν ἐθνῶν, οἵ τε τὴν Σαμάρειαν οἰκοῦντες καὶ οἱ τὰς τῆς Παλαιστίνης καὶ μὴν καὶ Φοινίκης νεμόμενοι πόλεις, κατεδάκνοντο φθόνῳ, ὁμοῦ δὲ καὶ ἐδεδίεσαν, μὴ ἄρα δὴ πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ’ ἀρχῆς, καὶ
εἰς πληθὺν ἀμέτρητον ἐκτεινομένου τοῦ γένους, εἶτα πόλιν ἔχοντες τὴν οὕτω δυσάλωτον καὶ εὐπυργοτάτην, καταστρατεύοιντο 3 πάλιν αὐτῶν, καὶ ἄμαχόν τινα, καθὰ καὶ πάλαι, κατεξαναστήσειαν αὐτῶν τὴν χεῖρα, ταύτῃτοι τειχίζειν ἐθέλουτας διακωλύειν ἤθελον, πικροὺς ἀρτύοντες δόλους, καὶ
μὴν καὶ ἐφόδους λῃστρικὰς ἱστάντες αὐτοῖς. ἧκον δὲ εἰς τοῦτο βασκανίας καὶ φθόνου, ὥστε καὶ γεγράφασι τῷ Περσῶν βασιλεύοντι τὸ τηνικάδε τὰ ἐν τῷ Ἕσδρᾳ κείμενα. 4 ἔχει δὲ οὕτως " Βασιλεῖ Ἀρταξέρξη κυρίῳ οἱ παῖδές σου " Ῥάθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμμα-
5 " τεῦς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν " τῆ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ. καὶ νῦν γνωστὸν ἔστω τῷ " κυρίῳ βασιλεῖ διότι οἱ Ἰουδαῖοι οἱ ἀναβάντες παρ’ ὑμῶν " πρὸς ἡμᾶς ἐλθόντες εἰς Ἱερουσαλὴμ τὴν πόλιν τὴν 6 " ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, τάς τε ἀγορὰς αὐτῆς " καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται. ἐὰν " οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, " φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασι-
" λεῦσιν ἀντιστήσονται, καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν 7 " ναὸν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοι- " οῦτον." οὐκοῦν ἐπειδήπερ ἑαλωκότι μὲν τῷ Ἰσραὴλ καὶ παθόντι τὴν αἰχμαλωσίαν ἐπετώθαζον οὐ μετρίως, ἀνασεσωσμένῳ δὲ μόλις καὶ δεσμῶν ἀνειμένῳ πάλιν οὐδὲν ἧττον
ἐπέθρωσκον, μυρίοις τε ὅσοις αὐτὸν ἐνίεσαν πόνοις, πολυτρόπως ἐπιβουλεύοντες, καὶ οὔτε τὸν θεῖον ἐγεῖραι ἐῶντες ναὸν, οὔτε μὴν τὴν ἁγίαν τειχίζειν πόλιν, παρωξύνετο Θεὸς ἐπ’ αὐτοῖς ἀναγκαίως, καὶ παραδέδωκεν αὐτοὺς εἰς χεῖρας 8 Ισραήλ. πεπαυμένων γὰρ τῶν ἔργων, ἐγηγερμένου τε τοῦ
ναοῦ, πάσας αὐτῶν τὰς πόλεις καταδῃώσαντες εἵλοντο ὑπ’ ὁ χεῖρα τοὺς ἐν αὐταῖς, καὶ χρημάτων γεγόνασιν ἀναριθμήτων δεσπόται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.