ἀλογώτατον διαβιοῦντες βίον, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις συνεζευγμένοι. ἐπειδὴ δὲ πεπραμένους μόνον δὲ οὐχὶ, καὶ κατερριμμένους εἰς γῆν, καὶ ὑπὸ πόδας ὄντας ἐχθρῶν, ᾤκτειρεν ὁ Πατὴρ, οὐκέτι πεποίηκεν ἡμῖν κατὰ τὰς ἡμέρας 1 τὰς ἔμπροσθεν. οὐ γὰρ περιεῖδεν ἔτι πλεονεκτουμένους, καὶ
ὑπὸ τυράννῳ πράττοντας ὠμῷ πρὸς πᾶν ὁτιοῦν ἡμᾶς τῶν αἰσχίστων ἀποφέροντι· δέδωκε δὲ μᾶλλον ἡμῖν τὴν ἐξ οὐρανῶν εἰρήνην, τουτέστι Χριστὸν, ὃς καὶ ἁπάσης ἡμῖν εὐκαρπίας τῆς νοητῆς δεδώρηται χορηγίαν. ἐμπεπλήσμεθα γὰρ σίτῳ τε καὶ οἴνῳ, καὶ δέδωκεν ἡμῖν ἡ ἄμπελος ἡ ἀληθινὴ,
τουτέστι Χριστος, τὸν εαυτης καρπόν, τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. αὐτὸς δὲ ὑπάρχων 2 καὶ ὁ κόκκος τοῦ σίτου καὶ τὸ δράγμα τὸ ἱερὸν, ἄρτος ἡμῖν ἀπεφάνθη ζωῆς· ἀπέδειξε δὲ καὶ εὐανθεστάτους, ταῖς ἐξ οὐ. ρανοῦ καταπιαίνων dr;osoiw, δῆλον δὲ ὅτι ταῖς νοηταῖς καὶ διὰ
τοῦ Πνεύματος, ὧν καὶ ὁ θεσπέσιος Δαυεὶδ διαμεμ́νηται 3 λέγων “Ὡς ὗς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη 4 “Σιών." ταῦτα δὲ ἡμῖν ἐν κλήρου μοίρᾳ παρὰ Θεοῦ καὶ μερὶς ἀγαθὴ, ἐπεί τοι γεγόναμεν Ἰσραὴλ, τουτέστι, νοῦς ὁρῶν Θεὸν, τεθεάμεθα γὰρ ἐν Υίῷ τὸν Πατέρα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.