ἔφη τὰς συμφορὰς, καὶ μάλα εἰκότως, καὶ ἀπρακτήσειν ἔτι τῶν ἀνιαρῶν τὴν ἔφοδον. βεβούλευται γὰρ ἐπ’ αὐτοῖς οὐκ ἀδελφὰ τοῖς πρώτοις, ἀλλ’ ὅσα βλέπει πρὸς ἡμερότητα τοῦτο δὲ ἦν εἰρήνης ἐπίδοσις, καὶ ἀμφιλαφὴς 1 τῶν ἡδίστων αὐτοῖς χορηγία, ὡς εὔβοτρυν μὲν ὁρᾶσθαι τὴν
ἄμπελον, βαθὺ δὲ κομῶσαν ληΐοις τὴν ἀρόσιμον γῆν τοὺς 2 τῶν γηπόνων ἱδρῶτας ἀμείβεσθαι, οὐρανοῦ δηλονότι μονονουχὶ καὶ συνθέοντος, καὶ δρόσοις καταπιαίνοντος ἀγροὺς δηλονότι καὶ τὰ ἐν αὐτοῖς. ἕψεται γὰρ πάντως τοῖς τοῦ Δεσπότου νεύμασιν οὐρανός τε καὶ γῆ, καὶ ἁπαξαπλῶς ἡ κτίσις. κλῆρος δὲ ταῦτα τῷ Ἰσραὴλ, Θεοῦ κατευρύνοντος
τὴν εὐημερίαν, καὶ παντὸς τοῦ πεφυκότος ἀνιᾶν 3 ἀπαλλάττοντος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.