καὶ συνέσεως ἔχοντες δόξαν, οἳ δὴ καὶ ἄνθρωποι νομισθεῖεν 2 ἃν, ἀκερδῆ καὶ ἄχρηστον τὴν ἐν τοῖς λόγοις εἶχον σπουδὴν, οὔτε συγγράφοντές τι τῶν ἀναγκαίων, οὔτε μὴν νοεῖν ἢ λαλεῖν ἑτέροις δυνάμενοι. ὁμοίως δὲ καὶ οἱ τὸν ἀγελαῖον καὶ κτηνώδη τρίβοντες βίον, ἄμισθοι διετέλουν. οὐ γὰρ ἢν
ἐργάσασθαί τι τῶν ἐπαινουμένων παρὰ Θεῷ. ἀλλ’ οὐδὲ ἦν ὅλως ἐπὶ γῆς φήνη, τῆς τῶν δαιμονίων ἀγέλης διακυκώσης τὰ πάντα, καὶ θορύβου μεστὴν ἀποφαινούσης τὴν γῆν, ὡς 3 εἶναι τὰ πάντων πράγματα καὶ μέντοι τὰς διανοίας ὡς ἐν δονήσει καὶ σάλῳ, καὶ τὸ βεβηκὸς οὐκ ἔχειν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.