ποιεῖται τοὺς λόγους, χρόνον δὲ τίθησι τὸν παρωχηκότα. πρὸ γὰρ τῶν ἡμερῶν ἐκείνων φησὶν ὁ μισθὸς τῶν ανθρώπων οὐκ ἦν εἴς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχε· καὶ πάλιν 1 Τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἠν εἰρήνη, καὶ ἀντὶ τοῦ φάναι Καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, τεθείκασι
τό Ἐξαπέστειλα πάντας τοὺς ἀνθρώπους. ἔχει δὲ καὶ σφόδρα τὸ εἰκὸς ὁ λόγος, τὸ δὲ ἀτρεκὲς ἐν τούτοις παραστήσει τῶν διηγημάτων ἢ δύναμις. βούλεται γάρ τι τοιοῦτον ὑποδηλοῦν. ἧκον μὲν γὰρ ἐκ Βαβυλῶνος εἰς τὴν ἁγίαν πόλιν οἱ ἐξ Ἰσραήλ. ἀλλ’ οὐκ ἦν αὐτοῖς ἁγιάσματος
τόπος, κατασεσεισμένου τοῦ πάλαι ναοῦ· οὐκ ἦν ἢ θυσία καὶ σπονδὴ, μὴ ἑστῶτος θυσιαστηρίου. εἶτα προὔτρεπεν ὁ τῶν ὅλων Θεὸς τῶν οὕτως αὐτοῖς ἀναγκαίων προὐργιαιτάτην 2 θέσθαι φροντίδα, καὶ ἀναδείμασθαι μὲν τὸν ναὸν, ἀνορθῶσαι δὲ καὶ τὸ θεῖον ἐν αὐτῷ θυσιαστήριον, ὡς ἂν ἔχοιεν ἀποπεραίνειν
εὖ μάλα τὰ νενομισμένα, καὶ καταμειλίσσεσθαι τὸν τῶν ὅλων Θεόν. οἱ δὲ ποικίλως διανεβάλλοντο, ποτὲ μὲν χρημάτων πλαττόμενοι σπάνιν, ποτὲ δὲ τὰς τῶν κωλυόντων οἰκοδομεῖν δυστροπίας προφασιζόμενοι. εἶτα προσκρούοντες διὰ τοῦτο Θεῷ, συχναῖς καὶ ἀλλεπαλλήλοις
κατεπαίοντο πληγαῖς, ἀκαρπίαις δὴ λέγω καὶ ἀνεμοφθορίαις καὶ ταῖς τῶν ὁμόρων ἐθνῶν ἐφόδοις καὶ καταδρομαῖς. 3 4 ἐπίκλημα δὲ αὐτοῖς ἐποιεῖτο τὸ ῥᾴθυμον ὁ τῶν ὅλων Θεὸς, 5 οὕτω λέγων διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου “Ὁ “οὗτος λέγουσιν οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν “οἶκον κυρίου. εἰ καιρὸς ὑμῖν μέν ἐστι τοῦ οἰκεῖν ἐν “κοιλοστάθμοις, ὁ δὲ οἶκος κυρίου οὐκ ᾠκοδόμηται;” ἐπειδὴ δὲ ἀναπέπτωκαν, ὡς ἔφην, ἐκ ῥᾳθυμίας, ταῖς τῶν ἀναγκαίων ἐνδείαις κατεπαίοντο συχνῶς, καὶ πολέμοις τοῖς γείτοσιν. ἐπειδὴ δὲ ἀνεγηγέρκασι τὸν νεὼν, πέπαυται τὰ ἐξ 6 ὀργῆς, πάντα δὲ ἅλις ἦν αὐτοῖς, καὶ πολὺ τῆς εὐημερίας παρέκειτο πλάτος. ταύτῃτοί φησιν Ὅτι πρὸ τῶν ἡμερῶν
ἐκείνων, τουτέστι πρὶν ἀναστῆναι τὸν νεὼν, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἠν εἰς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχεν. ἄμισθοι γὰρ οἱ γηπόνοι, καὶ οὐδὲν ὅλως συναγηγερκότες, ὁμοῦ τοῖς συγκεκμηκόσι βουσὶν ἀπηλλάττοντο τῶν ἀγρῶν. ἀλλ’ οὐδὲ τοῖς ἐκπορευομένοις, ἢ τοῖς εἰσπορευομένοις
ἦν εiρήνη. εἰσπορευομένους μένους δὲ καὶ ἐκπορευομένους μένους τοὺς ἐκ πόλεως εἰς πόλιν ἰόντας ἔσθ’ ὅτε φησὶν, ἢ τὸ 7 ἔχοντας ἐπιτήδευμα, ἤγουν καὶ ἑτέρων ἕνεκα πραγμάτων. οὐκ ἦν οὐδὲ ἐκείνοις φήνη, τῶν ὁμόρων ἐθνῶν, ὡς ἔφην, ἐκλελυττηκότων ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἑκάστου βλέποντος ὡς
ἕνα τῶν ὅτι μάλιστα ἐχθρῶν τὸν ἐγγὺς ἐξ αἵματος, ἢ καὶ ἀδελφὸν, ἢ καὶ γείτονα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.