ἡκεν εἰς λόγους τοὺς ἐν ἡμῖν, ὑπὲρ θαῦμα καὶ λόγον καὶ αὐτὸ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον· οὐδὲν δὲ ἧττον καὶ τὰ ἐντεῦθεν ἡμῖν ἐκβεβηκότα κατορθώματα. πῶς γὰρ οὐκ ἀπιστίας ἐγγὺς τὸν ἐκ Θεοῦ φύντα Λόγον ἑνωθῆναι σαρκὶ, καὶ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ, καὶ ὑπομεῖναι
σταυρὸν, ὕβρεις τε καὶ αἰκίας ὑπενεγκεῖν, καὶ τῆς Ἰουδαίων ἀβελτερίας τὰ βλάβη; ἢ πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο τῆς οἰκονομίας τὴν ἔκβασιν, ὅπου καθῄρηται μὲν ἡ ἁμαρτία, 2 3 κατήργηται δὲ καὶ ὁ θάνατος καὶ ἀπελήλαται φθορὰ, καὶ ὁ πάλαι δραπέτης ἄνθρωπος τῇ τῆς υἱοθεσίας χάριτι κατηγλαϊσμένος ὁρᾶται λοιπόν; οὐκοῦν λεγέτω Χριστὸς ἐπί γε τούτοις αὐτοῖς Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμεραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου
ἀδυνατήσει; λεῖα γὰρ πάντα αὐτῷ καὶ ἱππήλατα, καί τι τῶν ἀναγκαίων ἐθέλοντι κατορθοῦν, εἴη ἃν οἶμαί που τὸ ἀντιστατοῦν οὐδέν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.