1 ἐξ ἀπιστίας τὴν ἐπί γε τῷ Ἰσαὰκ ὑπόσχεσιν, εἰς γῆρας ὁρῶσα, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἀντιτιθεῖσα τὸ ἀμήχανον. πλὴν ἐκτέτοκε παρ’ ἐλπίδα, βάσιμον αὐτῇ τὸ χρῆμα τιθέντος Θεοῦ. ἦν οὖν ἄρα καὶ σφόδρα εἰκὸς καταδονεῖσθαι ταῖς διψυχίαις τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρω-
μένους, καὶ οὐ σφόδρα θαρρεῖν, ὡς εἰς τοσαύτην αὐτοῖς εὐημερίας βαδιεῖται τὰ πράγματα, ὡς ἀνάμεστον μὲν γενέσθαι τὴν Ἰερουσαλὴμ τῶν γεγηρακότων, καὶ παίδων ὁρᾶσθαι χοροὺς ἐν αὐτῇ καὶ κορασίων ὀρχήματα, καὶ τὰ ἐκ βαθείας εἰρήνης ὑπάρξειν ἀγαθά. κατεθεῶντο γὰρ δὴ
2 τείχη κατεῤῥιμμεν́α, οἰκίας ἐμπεπρησμένας, ἁπάσας δὲ τὰς 3 ἐν κύκλῳ πόλεις θηρῶν ἀγρίων ἐνδιαιτήματα, διάτοι τὸ κεκενῶσθαι παντελῶς τῶν κατοικούντων αὐτάς· καὶ ἀγροὺς μὲν τοὺς πάλαι παμφόρους τε καὶ εὐανθεῖς ἀκάνθης μεστοὺς,
οὐδὲν ἔχοντας τῶν ὡρίμων, διολωλὸς δὲ εἰς ἅπαν τῶν ἀγροίκων τὸ γένος. ἦν οὖν, ὡς ἔφην, ἐντεῦθεν ἀπιστεῖν εἰκὸς, ὡς εἰς πέρας αὐτοῖς ἐκβήσεται τὰ ἐπηγγελμένα. ταύτῃτοι Θεὸς διψυχεῖν οὐκ ἐᾷ· θαρσεῖν δὲ κελεύει καὶ ἐμπεδοῖ λέγων Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου 4
ἐν ταις ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει λέγει Κύρος παντοκράτωρ ; ὃ γάρ ἐστιν ἐν ἡμῖν ἀμήχανον, εὐκατόρθωτον κομιδὴ τῷ πάντα ἰσχύοντι Θεῷ. ἐστι γὰρ αὐτὸς ὁ τῶν δυνάμεων κύριος, θελήσει πληρῶν καὶ τὰ λίαν ὑπερφυῆ, καὶ εἰς πέρας ἄγων ἀμελλητὶ τὸ δοκοῦν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.