γεννηκότος καὶ ἐν ἰσότητι τῇ κατὰ πᾶν, “ ἑαυτὸν ἐκένωσε 2 “ μορφὴν δούλου λαβὼν,’’ καὶ γέγονεν ἄνθρωπος, καὶ “ ε'πτώ- 2 Cor. viii(??) “ χεῦσε δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.’’ οὐκοῦν ὁ πάλαι διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὸ ἐγκεῖσθαι δὲ τὴν “ διάνοιαν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ Gen.
“ἐκ νεοτητος” δικαίως ἀποστραφεὶς, ἐπέστρεψε πρὸς ἧμας ὡς ἐξ ἐμφύτου λοιπὸν ἡμερότητος, καὶ κατῴκηκε τὴν Ἐκ- κλησίαν, πόλιν τε καὶ ἐνδιαίτημα σεμνὸν ἐποιήσατο τοὺς 3 4 ἡγιασμένους. ἔφη γάρ που περὶ αὐτῆς, δῆλον δὲ ὅτι τῆς 5 Ἐκκλησίας “ Ωδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.’’ ψάλ- λεῖ δὲ καὶ ὁ μακάριος Δαυείδ “Δεδοξασμένα ἐλαλήθη “σοῦ, ἡ πόλις τοῦ Θεοῦ. ” ταύτην ἡμῖν κατεμήνυσε καὶ ὁ 6 προφήτης ᾑσαΐας λέγων “Ὅ τι ἐν ταῖς ἐσχάταις ἡμέραις
“ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ “ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν “βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη.” περίοπτος 7 γὰρ ἡ ἐκκλησία Χριστοῦ, καὶ οἷαπερ ἐν ὄρει κειμένη, τοῖς ἁπανταχοῦ γνωρίζεται. κέκληται δὲ καὶ ἀληθινὴ, ἥκιστα μὲν
τύποις καὶ σκιαῖς λατρεύουσα· παραδεξαμένη δὲ μᾶλλον τὴν ἀλήθειαν, ὅς ἐστι Xριστὸς, καὶ τὴν ἐν πνεύματί τε ἀληθείᾳ πληροῦσα προσκύνησιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.