1 θέλειν προσκεῖσθαι καὶ φειδοῦς καὶ ἀγάπης ἀξιοῦν. τοιοῦτον δὲ εἶναί φαμεν καὶ αὐτὸν τὸν τῆς ὀργῆς τρόπον. οὐκοῦν ἐτράπετο μὲν εἰς ψευδολαρίας ὁ’1σραὴλ, καὶ ἐκπεπόρνευκεν 2 Ιερουσαλήμ. ἀπεφοίτησε δὲ ὥσπερ ὁ τῶν ὅλων Θεὸς, καὶ
τοῖς ἐξ ἀποστροφῆς ὑπέθηκε κακοῖς. ἐπειδὴ δὲ κατοικτείρει λοιπὸν, τὸ ἐπιστρέφω φησὶ, τουτέστιν, ἀποπεπαύσομαι τῆς ὀργῆς, ἐπισκοπῆς ἀξίαν ἀποφανῶ, καὶ οἶκον ἐμὸν ποιήσομαι πάλιν. ὥσπερ δὲ, ἀποστ ραφέντος αὐτοῦ, τὸ ὄρος τὸ ἅγιον, τουτέστιν ὁ ἐν τοῖς Ἱεροσολύμοις ναὸς, οὐκέτι σεπτὸς εἶναί
τις ἐδόκει παρά γε τοῖς ὁρῶσιν ἐμπεπρησμένον· οὕτω δὴ 3 πάλιν ἐν αὐτῷ κατοικεῖν ἑλομένου Θεοῦ, καὶ ἐγηγερμένου τὸ ἐπ’ αὐτῷ πάλιν ἀναβήσεται καὶ ἀνανεωθήσεται σέβας, ἀληθινὴ δὲ πάλιν ῾Ιερουσαλὴμ, οὐκέτι καθὰ καὶ πάλαι τοῖς χειροτμήτοις θεοῖς καὶ τοῖς ψευδωνύμοις ἰνδάλμασι προσ-
κομίζουσα τὰς λατρείας· ἀλλὰ τὸν ἕνα καὶ φύσει καὶ ἀλη- θινὸν θεραπεύουσα Θεὸν ταῖς ἐπιεικείαις, διὰ τοῦ ζῆν ἐννόμως ἑλέσθαι λοιπὸν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.