βασιλείας ἀνατυποῦντες ἐφ’ ἑαυτοῖς τὴν ὠμότητα. πυρρότης γὰρ ἡμῖν τὴν αἵματος χύσιν ὑπαινίττοιτο ἂν κατά γε τὸ εἰκός· φιλαίματοι γὰρ λίαν οἱ Βαβυλώνιοι· εἷλον γὰρ αὐτοὶ τὴν Ἰουδαίαν καὶ τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, φειδοῦς 1 ἁπάσης ἐξηρημένης. ἐν δὲ τῷ ἅρματι τῷ δευτέρῳ ιπποι
μέλανες. ἔοικε δὲ τὴν Περσῶν τε καὶ Μηδῶν τὴν ὑπό γε Κύρῳ φημὶ βασιλείαν ὑποδηλοῦν. μέλαν δὲ καὶ τούτοις περιτέθεικε χρῶμα, διά τοι τὸ οἶμαι πλεῖστόν τε ὅσον καὶ ἀμέτρητον τοῖς Χαλδαίων ἔνεσιν ἐπιρρίψαι θάνατον, ὅλην αὐτοῖς τὴν χώραν ἐν πένθει γενέσθαι παρασκευάσαι.
πένθους δὲ καὶ θανάτου τὸ φαιὸν ἂν εἴη σύμβολον. λευκοὺς δὲ εἶναί φησι τοὺς ἐν ἅρματι τῷ τρίτῳ, τὴν Ἐλλήνων που τάχα καὶ Μακεδόνων ὑποφαίνων ἀρχὴν, εἴτ’ οὖν τὴν Ἀλεξ- 2 ἄνδρου βασιλείαν. λευκοὶ δὲ, ὅτι καὶ ἁβροδίαιτοι, κοὶ ἐν 3 λευκαῖς ὡς ἐπίπαν στολαῖς τὰ Ἑλλήνων ἔθνη· καὶ ὅτι τὴν γλῶτταν σαφεῖς, τῆς βαρβάρου φωνῆς τὸ οἱονεὶ σκοτεινὸν οὐκ ἔχοντες. ἐν δὲ τῷ τετάρτῳ φησὶν ἅρματι ἵπποι τινὲς
ἦσαν ποικίλοι καὶ ψαροί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.