καὶ σειραῖς τῶν οἰκείων ἁμαρτημάτων κατεσφιγμένοι, κατὰ 1 τὸ γεγραμμένον, εἰς ἀλλοδαπὴν ἀπῴχοντο, καὶ κατῳκήκασι παρ’ ἐχθροῖς, τὸν ἀήθη τῆς δουλείας ἀνατλάντες ζυγόν. ἀλλ’ ἦν ἀναγκαῖον καὶ τῶν τῆς λυτρώσεως διαμεμνῆσθαι 2 καιρῶν, καὶ δὴ ποιεῖται τὴν δήλωσιν, προσπεπλεγμένων
ἑτέρων. ἐδιδάσκετο γὰρ ὁ Προφήτης συλλήβδην ἅπαντα τὰ τῷ ἔθνει συμβησόμενα κατὰ καιρούς. τὰ τέσσαρα τοίνυν ἄρματα, τὰ ἐν μέσῳ τῶν ὀρέων τῶν χαλκῶν, φαμὲν εἶναι πάλιν τὰς τῶν ἄλλων βασιλειῶν ἐπισημοτέρας, τὰς ἐν τοῖς τέσσαρσι κλίμασιν, ἤγουν ἀνέμοις, τοῖς ὑπ’ οὐρανὸν κατὰ
καιροὺς ἀναδεδειγμένας. ὄρη δὲ οἶμαι λέγεσθαι χαλκὰ τὰ δύο τῆς οἰκουμένης τμήματα. τέμνουσι γάρ τινες εἰς Εύρώπην 3 τε καὶ Ἀσίαν τὴν σύμπασαν γῆν. χαλκᾶ δὲ αὐτῆς τὰ μέρη, διά τοι τὸ ἐρηρεῖσθαι διὰ παντὸς καὶ ἀκλονήτως ἔχειν καὶ μηδεμιᾶς ἀνέχεσθαι βλάβης. ψάλλει γάρ που
καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Δημιουργόν 4 5 “Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.’’ αὗται δὴ οὖν αἱ ὡς ἐκ τῶν τεσσάρων ἀνέμων βασιλεῖαι, τῶν ἄλλων, ὡς ἔφημεν, ἀλκιμώτεραι, καὶ πολὺ λαχοῦσαι τὸ εὐκλεὲς, ἐξῆλθον παρα- 6 στῆναι τῷ Κυρίῳ πάσης τῆς γῆς. ἡ ’δε γε παράστασις τὸν τῆς δουλείας ἡμῖν ὑποφαίνει τρόπον· δεδουλεύκασι γὰρ τοῖς
αὐτοῦ νεύμασι, καὶ εἰ γεγόνασιν ἰσχυραί ·τε καὶ διαβόητοι, δι’ αὐτοῦ καὶ τοῦτο κεκερδάκασιν. ἁλλ’ εἰ καί τι δεδράκασι, καὶ κατηνδρίσαντο χωρῶν ἢ πόλεων, αὐτοῦ κατανεύοντος, εἰς τοῦτο δὴ πάλιν προῆλθον ἰσχύος· εἰ γάρ ἐστιν ἀληθὴς ὁ 7 προφήτης λέγων ὡς Οὐκ ἔσται κακία ἐν πόλει, ἣν κύριος
“οὐκ ἐποίησε,’’ κακίαν δέ φαμεν ἐν τούτοις τὴν κάκωσιν· c πῶς ἂν ἐκεῖναι κατίσχυσαν ἐθνῶν ἢ χωρῶν, μὴ οὐχὶ δὴ πάλιν αὐτοῦ τὸ κατισχύσαι νέμοντος οἰκονομικῶς;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.