εἰς ὕψος τοὺς ὀφθαλμοὺς, οἷς ἃν διάττειν ὑψοῦ μεμελετηκόσι, πρέποι ἂν εἰκότως τὸ καὶ θεία δύνασθαι καταθρεῖν μυστήρια. ἤρετο δὴ οὖν τί ἄρα ἐστὶ τὸ δεικνύμενον. ὁ δὲ πρὸς αὐτὸν, τοῦτό φησι τὸ μέτρον τὸ ἐκπορευόμενον. αὕτη ἐστὶν ἡ ἀδικία αὐτῶν ἐν πάση τῆ γῆ. καὶ τί δὴ τὸ μέτρον,
ἀναλογίζεσθαι χρή. καὶ δὴ καί φαμεν, ὅτι φύσει χρηστὸς 2 καὶ φιλάνθρωπος ὢν ὁ τῶν ὅλων Δεσπότης· πλημμελοῦσι γὰρ ἀνεξικακεῖ, καὶ παρανομούντων ἀνέχεται, περιμένων τὴν ἑκάστου μετάγνωσιν· εἰ δὲ δή τις ἴοι καὶ μέχρι πολλοῦ πρὸς τὸ πλημμελὲς, καὶ εἰς πέρας ἥκοι λοιπὸν τῆς αὐτῷ
νεμηθείσης ἀνεξικακίας, τὸ τηνικάδε λοιπὸν ποιναῖς ὑποκείσεται, καὶ λόγος αὐτῷ τῆς οὕτω μακρᾶς ῥᾳθυμίας οὐδεὶς, οὐδ’ ἂν ἐξέλοιτό τις τοῦ χρῆναι λαβεῖν ἰσομέτρους αὐτῶν, 3 ὧν ἂν φαίνοιτο δεδρακὼς τὰς δίκας. καὶ γοῦν ἔφη που Χριστὸς πρὸς τοὺς τῶν Ἰουδαίων δήμους ἀχαλίνοις ἀπονοίαις 4 πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων διάττοντας "Καὶ ὑμεῖς 5 “ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. οὐκοῦν
μέτρον ἦν τὸ ὁρώμενον, τῆς τῶν λαῶν πλημμελείας ἐφ’ ἑαυτῷ δεικνύον τὴν ἀναπλήρωσιν. ἐνίδρυτο δὲ τῷ μέτρῳ γυνὴ, τῆς ἀνομίας πληροῦσα τὸν τύπον, καὶ οἷον ἀναπιμπλᾶσα δι’ ἑαυτῆς τὸ κεχωρηκὸς, τάχα που καὶ ὑπερχεομένη, καὶ τῷ περιττῷ διεκκύπτουσα. ἀλλ’ ἰδού φησι τάλαντον
μολίβου ἐξαιρόμενον καὶ ἔῤῥιψεν αὐτὸ εἰς τὸ στόμα αὐτης. 6 γράφει δὲ ἡμῖν εἰκότως πὼς τὴν ἀνομίαν ἡ ὅρασις εἰς τὸ τοῦ γυναίου σχῆμα. τύπος μὲν γὰρ ἡδονῆς ἡ γυνὴ, καὶ μέν τοι καὶ ἀσθενείας· ἀνομία δὲ πᾶσα δρῷτο ἂν οὐχ ἑτέρως, πλὴν ὅτι διά τινος ἡδονῆς δελεαζούσης ἐπὶ τὸ φαῦλον, συμβαινούσης
πρὸς τούτῳ καὶ τῆς εἰς νοῦν ἀσθενείας. εἰ μὲν γὰρ εἴη βεβηκὼς ἐφ’ ἑαυτῷ καὶ ἀνδρεῖος ὁ νοῦς, οὐκ ἃν ἕλοιτο παθεῖν τὴν εἰς τὰ φαῦλα ῥοπήν· εἰ δὲ δὴ μαλα- κισθείη τε καὶ γοητευθείη πρὸς ἡδονὴν, πείσεται τὸ λυποῦν. 7 γράφεται δὴ οὖν, καὶ μάλα ὀρθῶς, εἰς ἀνομίαν ἡ γυνή. μολίβον
δὲ τάλαντον τὸ ἐξαιρόμενον, καὶ μὴν καὶ ἐμφράττον τὸ στόμα αὐτῆς, νοηθείη ἂν οὐχ ἕτερον οἶμαί τι παρὰ τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὅς ὑψώθη διὰ τοῦ τιμίου σταυροῦ, καὶ τὰς ἀνομίας ἡμῶν ἀνήνεγκεν ἐν τῳ σώματι 8 "αὐτοῦ ἐπὶ τὸ ξύλον,’’ τεθριάμβευκέ τε τὸ καθ’ ἡμῶν
χειρόγραφον· ἵνα, καθά φησιν ὁ θεσπέσιος μελῳδός "Πᾶσα “ἀνομία ἐμφράξῃ τὸ στόμα αὐτῆς.’’ μολίβῳ δὲ καὶ αὐτὸς παρεικάζεται· παραλαμβάνεται δὲ, ὡς ἔφην, ὁ μόλιβος παρὰ 9 τῶν ἀργυροχοεῖν εἰωθότων, εἰς ἀποκάθαρσιν τῶν χωνευο- 10 μένων· τοιαύτη δέ πὼς καὶ ἡ Χριστοῦ δύναμις ἐν ἡμῖν. εἰ γὰρ εἰς νοῦν γένοιτο καὶ καρδίαν, πάντα δὴ πάντως ἐκτήκει ῥύπον. δοκεῖ δέ τισιν ἐῤῥίφθαι τὸν μόλιβον εἰς τὸ τῆς ἀνομίας στόμα, οἷον ἐμφράττοντος αὐτὴν τοῦ Θεοῦ, καὶ πέρα μέτρου καταβοᾶν τῶν ἡμαρτηκότων οὐκ ἐφιέντος ἔτι· ταύτῃ
γὰρ δή τοι καὶ μέτρῳ περισχοινίζεται, συναναμετροῦντος 11 οἶμαί που τοῦ πάντα οἰκτείροντος Θεοῦ τοῖς τῶν πταισμάτων ἐγκλήμασι τὰς ἐφ’ ἑκάστῳ δίκας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.