καταρραθυμοῦντας ἄγαν τοῦ χρῆναι πληροῦν τὰ νενομισ- 3 μένα, καὶ ἀποκλίνοντας μὲν ἀκαθέκτως εἴς γε τό σφισιν αὐτοῖς ἡδύ τε καὶ φίλον, ὀλίγα δὲ παντελῶς τῶν διὰ Μωυσέως πεφροντικότας νόμων· συνεπλέκοντο γὰρ καὶ 4 ἀλλοφύλοις γυναιξὶ, καὶ ἤδη τινὲς ὁλοτρόπως ἔξω βαίνοντες τοῦ εἰκότος, ἐτελέσθησαν εἰδώλοις, καί τινα πρὸς τούτοις
ἑδρῶν ἃ μηδὲ εἰπεῖν· εἰπεῖν· ἀναγκαίαν ὁ Προφἠτης τῶν ὁραμάτων ποιεῖται τὴν ἀφήγησιν, ἵν εἰδεῖεν οἱ λελυτρωμένοι μόλις, ὁπόσαις ἀνθρώπων καὶ ἁγίων ἀγγέλων λιταῖς τὸ χρῆμα κερδάναντες αὐτοὶ, κατὰ σφῶν παραθήγουσι πάλιν τὸν τῶν ὅλων Θεὸν, ταῖς τῶν ἀρχαίων αἰτιαμάτων ἐμπλεκόμενοι
λαβαῖς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.