αὐτὰς ἐλαίας μὲν ἔτι, καλάδους δὲ μᾶλλον ἐλαιῶν, φέρε δὴ φέρε περιαθρήσωμεν. καλλιέλαιος μὲν τοίνυν ἡ τῶν Ἰουδαίων κεχρημάτικε Συναγωγὴ, ἀγριέλαιος γεμὴν τῶν ἐθνῶν 1 ἡ πληθύς. οὕτω γὰρ αὐτῶν διαμέμνηται καὶ ὁ μακάριος 2 Παῦλος, λέγων πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας “Εἰ “γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ “φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πολλῷ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῆ ἰδίᾳ ἐλαίᾳ. οὐκοῦν καλλιέλαιος μὲν ἡ Συναγωγὴ, καθάπερ ἔφην ἀρτίως· ἀγριέλαιος δὲ ἡ τῶν ἐθνῶν ἀγέλη. οἱ μὲν γὰρ, τὴν διὰ νόμου
παίδευσιν ἔχοντες, οὐκ ἄκαρποι διετέλουν· οἱ δὲ ἦσαν σφηκῶν 3 ἀγρίων ἐνδιαιτήματα, πλήρη δαιμονίων ἔχοντες τὸν νοῦν καὶ ἄκαρποι παντελῶς. πλὴν οὔτε πᾶσα τῶν Ἰουδαίων ἡ Συναγωγὴ τὴν εἰς Χριστὸν παρεδέξατο πίστιν, οὔτε μὴν τῶν ἐθνῶν ἡ πληθύς. ἐξεσπασμένοι δὲ ὥσπερ ἀφ’ ἑκάστης
ἠλέηνται πολλοὶ, καὶ κέκληνται διὰ τῆς πίστεως εἰς τὸν διὰ τοῦ Πνεύματος φωτισμόν. κλάδοι δὴ οὖν ἐλαιῶν οἱ ἀπεσπασμένοι νοοῖντ’ ἃν εἰκότως, οἳ καὶ ἠλέηνται διὰ τῆς 4 χάριτος, καὶ ὡς ἐν φωτὶ γεγόνασι τοῦ λαμπαδίου, τουτέστι Χριστοῦ, καὶ τῶν ἑπτὰ συναναλαμπόντων λύχνων, τουτέστι τῆς τῶν ἁγίων πληθύος. ἄθρει δὲ ὅπως ὁ θεσπέσιος ἄγγελος 5 εἰς εἰκόνα καὶ ὑποτύπωσιν τοῦ Ἐμμανουήλ παραδέχεται τὸ
λαμπάδιον. τεθειμένων γὰρ τῶν κλάδων ἐκ δεξιων αὐτοῦ καὶ ἐξ εὐωνύμων· οὓς καὶ υἱοὺς τῆς πιότητος ὠνόμασε δύο παριστάναι φησὶν αὐτοὺς τῷ Κυρίῳ πάσης τῆς γῆς, τῆς παραστάσεως ἐν τούτοις κατασημαινούσης εὖ μάλα τὴν οἰκειότητα τὴν πνευματικὴν, καὶ τὸ ἕτοιμον τῆς γνώμης εἴς
γε τὸ δεῖν ὑποκεῖσθαί τε καὶ ὑπηρετεῖν αὐτῷ. ὧδε γὰρ ἃν νοοῖτο Χριστὸς παραστήσας ἑαυτῷ τὴν Ἐκκλησίαν τὴν ἐκ 6 δύο λαῶν συναγηγερμένην. κατὰ τοῦτον οἶμαι τὸν τρόπον 7 τῷ τῆς παραστάσεως ὀνόματι καὶ ὁ θεσπέσιος Μωυσῆς κατεκαλλύνετο, Θεοῦ πρὸς αὐτὸν εἰρηκότος “Σὺ δὲ αὐτοῦ 8 “στῆθι μετ’ ἐμοῦ.’’ οὐ γὰρ ἀπόβλητος ἢ διὰ νόμου παίδευσις παρά γε τῷ πάντα εἰδότι Θεῷ. διὰ ποίαν αἰτίαν; παιδαγωγεῖ γὰρ ἐπὶ Χριστὸν, καὶ ὡς ἐν τύποις καὶ σκιαῖς αὐτὴν ἡμῖν ὠδίνει τὴν ἀλήθειαν. καὶ πρὸς τοῦτο ἡμᾶς πιστώσεται λέγων αὐτὸς ὁ Υἱὸς πρὸς τοὺς ἀπειθοῦντας Ἰουδαίους
“Εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ 9 “γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.