σύμβολου ἠ εἰς Θεόν τε καὶ εἰς εὐώνυμον τοῦ λαμπαδίου στασις τ,ῶν ελαιῶν. ταύτῃτοι περιεργάζεται καὶ ἀναμανθανειν 1 ἄθρει δὲ ὅπως δευτέραν προσεπάγει ’ν πευσιν, καὶ μὴν καὶ μεταπλάττει πὼς εἰς τὸ ἀτρεκὲς τὸν τῆς ερωτησεως τρόπον. δύο μὲν γὰρ ἐλαίας ὠνόμαζεν ἐν
αρχῃ· λεπτότερον ’δε πὼς τῆς διανοίας τὸν ὀφθαλμὸν τοῖς ορωμένοις ἐνιεὶς, οὐκ ἔτι μὲν ἐλαίας, κλάς δὲ μᾶλλον ωνόμαζεν ἐλαιῶν. ἐρομένῳ δὴ οὖν εὐτέχνως ἀποφαίνεται λοιπὸν ὁ μακάριος ἄγγελος, καί φησιν Οὖτοι οἱ δύο υἱοὶ τῆς ποτῆτος παρεστήκασιν τῷ Κυρίῳ πάσης τῆς γῆς. υἱοὺς δὲ
πιοτητος, τοὺς, δύο που πάντως ἔφη λαοὺς, τόν τε Ἰσραὴλ καὶ ’τον ἐξ ἐθνῶν, οἷον εἰς πιότητιι τὴν πνευματικὴν παρενηνεγμενους. ταύτῃτοι καὶ ἐν τοῖς μυξωτῆρσι τῶν λύχνων τεθεϊσθαί φησιν αὐτοὺς ὡς εὐφραινομένους μένους τε καὶ ἐνσπαταλῶντας 2 ἐλαίῳ τῳ παρὰ Χριστοῦ, καὶ τῆ τοῦ Πνεύματος χάριτι
πλουσίως πιαινομένους. ἠλεήμεθα γὰρ, “δικαιούμενοι δωρεαν 3 δία τῆς πίστεως, καὶ κοινωνοὶ τῆς θείας αὐτοῦ φύσεως ’ 4 ἀναδεδειγμένοι, διὰ τοῦ μεταλαχεῖν Ἁγίου Πνεύματος. οὐκοῦν ἐν ἐλαίῳ τε καὶ λύχνοις ἡ τῶν δύο λαῶν ἵδρυσίς τε καὶ παράστασις. ἐν φωτὶ γὰρ ἡμῶν ἡ κλῆσις, καὶ ὡς ἐν ἐλαίῳ τῷ παρὰ Θεοῦ· εἴπερ ἐστὶν ἀτρεκὲς εἰπεῖν, ὡς ἠλεήμεθα μὲν θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι καὶ δουλείας τῆς ἀρχαιοτέρας
5 ἀπολύσαντες τὸν αὐχένα· πεφωτίσμεθα δὲ αὖ, τὸν ἕνα καὶ φύσει Θεὸν ἐπιγινώσκοντες, καὶ τῆς πολυθέου πλάνης τὸν σκότον ἐκβεβηκότες.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.