ἀποκαθαίροντα νοητῶς. εἰ δή τις οὖν ἄρα κατευμεγεθήσειε, φησὶ, τῆς τῶν μεταξὺ καιρῶν εἰσβολῆς, καὶ οὐδὲν ἡγήσοιτο 2 τὰς διὰ μέσου μικρὰς ἡμέρας, χηήσεται μὲν καὶ ὅψεται τὸν λίθον τὸν κιισσιτέρνον ἐν χειρὶ Ζοροβάβελ. καὶ τί δὴ ἄρα ἐστὶ τό ἐν χειρὶ Ζοροβάβελ; ἡ θεόπνευστος γραφὴ τὴν χεῖρα δέχεται καὶ εἰς δύναμιν καὶ εἰς ἐξουσίαν. ἐν δυνάμει δὴ οὖν
ἤγουν καὶ ἐν ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ τουτέστι Χριστοῦ, ὄψεται τὸν λῇον τὸν κασσιτέρινον. Ζοροβάβελ μὲν γὰρ, ὡς 3 ἔφην, ἐκ φυλῆς ὢν Ἰούδα βεβασίλευκε ἐπὶ τὸν Ἰσραήλ. κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐξέφυ μὲν αἵματος καὶ φυλῆς τῆς Ἰούδα τὸ κατὰ
σάρκα, βεβασίλευκε δὲ καὶ αὐτὸς ἐπὶ τὸν Ἰσραὴλ, οὐκ ἐν τάξει τῇ καθ’ ἡμᾶς, ἤγουν μετρητὴν καὶ χρόνῳ πεπερασμένην τὴν βασιλείαν ἔχων, ἀλλ’ ὡς Θεὸς ἀληθῶς καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτεινομένην. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳ περὶ αὐτοῦ, ὅτι καὶ 4
τέξεται υἱὸν, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. προσεπαγαγὼν δὲ,. ὅτι “Καὶ δώσει αὐτῷ κύριος ὁ Θεὸς τὸν 5 “θρόνον Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν “οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ “οὐκ ἔσται τέλος.” ἐν χειρὶ δὴ οὖν Ζοροβάβελ, τουτέστιν,
ὡς ἐν δυνάμει τε καὶ ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ ὀφθήσεται κατὰ καιροὺς ὁ λιθος ὁ κασσιτέρινος. ἐπιφέρει δὲ τούτοις εὐθὺς τῆς προφητείας ὁ λόγος Ἑπτὰ οὖτοι ὀφθόιλμοὶ Κυρίου εισιν οἱ επιβλεποντες ἐπὶ πασαν τὴν γῆν. καὶ τίνες ἃν εἶεν οὗτοι πάλιν; ἣ γὰρ τοὺς ἑπτὰ λύχνους, οὓς τεθέαται σὺν 6
τῷ λαμπαδίῳ, κέκληκεν ὀφθαλμοὺς κυροῦ, ἵνα νοῶμεν τοὺς ἁγίους, δι’ ὧν ἡ σύμπασα καταφωτίζεται γῆ, καὶ ἐπισκοπῆς ἀξιωθεῖσα φαίνεται τῆς παρὰ Θεοῦ· ἤγουν ἐκεῖνο οἶμαί που κατασημαίνειν ἐροῦμεν, ὡς οὐκ ἃν ἀμελήσειε τῶν ἰδίων 7 κτισμάτων ὁ τῶν ὅλων Θεὸς καὶ Πατήρ· ἀλλ’ οἷον πολλοῖς τε καὶ ἀύπνοις ὄμμασι τὰ πάντα περιαθρῶν, χαριεῖται ἐπὶ τῆς γῆς τὸν λίθον τὸν καττιτέρινον, τουτέστι Χριστὸν, δι’ 8 οὗ γέγονεν εἰς ἡμᾶς καὶ ὁ τῆς ἐπισκέψεως, ἤγουν ὁ τῆς ἐπιβλέψεως 9 βλέψεως τρόπος. Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ
ὕψους, κατὰ τὸ γεγραμμένον. καὶ εἴπερ ἐσμέν σῶμα “Χριστοῦ καὶ μέλη ἐκ μέρους,’’ οὐδὲν οἶμαι τὸ ἀπεικὸς, ὀφθόιλμῶν τάξει τοὺς ἁγίους μυσταγωγοὺς τεθεῖσθαι λέγειν, ὡς τῶν ἄλλων προὔχοντας καὶ ὑπερκειμένους, ταύτητοι καὶ ἐπισκόπους ὠνομασμένους, καθάπερ ἐγῷμαι. κατασκέπτεται
δὲ δι’ αὐτῶν τοὺς εἰς αὐτὸν πιστεύοντας ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. λίθος γεμὴν κιισσιτέρνος, καὶ καθ’ ἕτερον 10 ἂν νοοῖτο τρόπον ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. ὁ γάρ τοι κασσίτερος συνάπτει πρὸς ἕνωσιν τὰ διηρημένα, κολλητικὴν ἔχων τὴν φύσιν. πέπραχε δέ τι τοιοῦτον καὶ
11 εἰς ἡμᾶς ὁ Χριστὸς, εἴπερ ἐστὶν ἀληθὲς, ὡς εἰς ἕνα καινὸν “ἄνθρωπον τοὺς δύο κτίζει λαοὺς, ποιῶν εἰρήνην καὶ ἀπο- “καταλλάσσων ἐν ἑνὶ σώματι τοὺς ἀμφοτέρους, εἰς τὴν διὰ Πνεύματος ἕνωσιν. ὅθεν καὶ λίθος ἀκρογωνιαῖος ὠνόμασται, συνδέων εἰς ἕνωσιν τοὺς δύο λαοὺς, ὡς ἔφην
συνῆψε δὲ καὶ ἀγγέλοις τοὺς ἐπὶ τῆς γῆς· ἁλλὰ καὶ ἡμᾶς 12 δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, τὴν μεταξὺ κειμένην καὶ πάλαι διατειχίζουσαν καθελὼν ἁμαρτίαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.