χρόνοις τῆς προκειμένης ἡμῖν προφητείας, ἤτοι τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ διὰ χειρὸς Ζοροβάβελ ἐγηγερμένου. εἴ τις οὖν ἄρα, φησὶν, ἐξουδενώσειε τὰς μεταξὺ μικρὰς καὶ εὐαριθμήτους ἡμέρας, καὶ βραχεῖαν ἡγήσαιτο τὴν ἀνάβλησιν, οὐκ ἀκηδιάσας 2 πρὸς τοῦτο, πάντη τε καὶ πάντως ἁπάσης ἔσται
θυμηδίας ἔμπλεως. χαρήσεται γὰρ καὶ ὄψεται τὸν λίθον κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. κασσιτέρινον δὲ λίθον ὠνόμασε 3 τὸν Χριστόν. κἂν εἴ τις βούλοιτο τὴν αἰτίαν ἀναμαθεῖν, φαίην ἃν εὐθὺς τὰ δοκοῦντά τισι, καὶ παρ’ ἡμῖν αὐτοῖς ὀρθῶς ἔχειν ὑπειλημμένα. οἱ μὲν γάρ φασι τὸν κασσίτερον ἀπό τε χαλκοῦ καὶ μολίβου τὴν σύγκρασιν ἔχειν· ταύτης τε ἕνεκα τῆς αἰτίας οὔτε τοῦ εἶναι σκληρὸν ἀπηλλάχθαι παντελῶς,
οὔτε μὴν ἀνήνασθαι τὸ καὶ ἔχειν μαλθακῶς· συντίθέμεν 4 δὲ καὶ ἡμεῖς κατὰ τοιόνδε τινὰ τρόπον τὸν Ἐμμανουὴλ ἔκ τε τῆς ἀθραύστου θεότητος, καὶ ἐκ τῆς οἱονείπως εὐπαθοῦς ἀνθρωπότητος. ἰστέον δὲ ὅτι καὶ τὸν ἀδάμαντα λίθον μολίβῳ φασὶν εὐκόλως συνθραύεσθαι, καίτοι τοῦτο παθεῖν δι’ ἑτέρας
ὕλης οὐκ ἀνεχόμενον. φαμὲν οὖν, ὅτι καίτοι χρηστὸς ὣν ἄγαν καὶ παναλκὴς ὁ Χριστὸς, καὶ τὸ ἀπηνὲς οὐκ ἔχων ὡς Θεὸς, οἷον ἀδάμαντά τινα συνθραύει τὸν σατανᾶν, περὶ οὗ 5 γέγραπται “Ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε “δὲ ὥσπερ ἄκμων ἀνήλατος. δοκεῖ γεμὴν καὶ ἑτέροις τὸν
κασσίτερον, εἴτ’ οὖν ἁπλῶς τὸν μόλιβον εἰς ἀποκάθαρσιν τὴν διὰ πυρὸς τῆς ἑτέρας ὕλης ἀναγκαίως παραλαμβάνεσθαι, μάλιστα δὲ τοῖς τὰ ἐξ ἀργύρου τεχνουργεῖν εἰωθόσι τὸ χρῆμά ἐστι χρήσιμόν τε καὶ ἀναγκαῖον. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πάλιν αὐτὸ δὴ τοῦτο δηλῶν αἰνιγματω-
6 δῶς “Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβος, εἰς “κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρίαι αὐτῶν οὐκ ἐτά- “κησαν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.