ψήφοις ἀνοσίως ἀντιταττόμενον. Θεοῦ γὰρ οἰκτείροντος καὶ ἀπαλλάττοντος ἤδη πλημμελείας τὸν Ἰσραὴλ, εἰσδεξαμένου τε καὶ ἀπόλεκτον ἤδη πὼς ποιουμένου τὴν ‘lερουσαλὴμ, κατηγορῶν οὐ παύεται, καὶ κατακρίνειν ἀποτολμᾷ τοὺς ἠλεημένους. 1 οὐκοῦν ἀκόρεστον εἰς ὀργὰς διελέγχει δὴ λέγων
Οὐκ ὶδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; ὅμοιον ὡς εἰ λέγοι τυχόν Πεπλημμέληκεν ὁμολογουμένως ὁ Ἰσραὴλ, καὶ ταῖς σαῖς φιλοψογίαις ἐνεσχημένος ὁρᾶται. πλὴν ἐκτέτικε δίκας οὐ μετρίας, ἀνέτλη τὰς συμφορὰς, καὶ ἐξεσπάσθη μόλις, ὡς ἐκ πυρὸς δᾳδίον ἡμίφλεκτον· οὔπω γὰρ τὰ ἐκ τῆς
αἰχμαλωσίας ἀπεκονίσατο βλάβη· ἄρτι καὶ μόλις τῆς ἀνηκέστου 2 ταλαιπωρίας διέδρα τὴν φλόγα. παῦσαι δὴ οὖν ἐγκαλῶν τοῖς ἠλεημένοις “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ 3 κατακρινων;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.