αἰνιγματωδῶς εἰσβάλλοντα, καὶ ὡς ἐν εἰκόνι πάλιν τῷ Ἰησοῦ προδιαγραφόμενον. ἰστέον δὲ, ὅτι τῶν ἐν ταῖς 1 ὁράσεσιν εἰς πέρας ἐκβεβηκότων, τοὺς περὶ αὐτῶν ὁ Προφήτης ποιεῖται λόγους, εἰκαιομυθεῖ δὲ οὐδαμῶς, οὐδὲ μὴν κατόπιν τῶν ἀποτελεσμάτων ἔρχεται καὶ περιττῶν ἡμῖν
διηγημάτων ἐπισωρεύει ὄχλον· ἀλλ’, ὡς ἔφην ἐν ἀρχαῖς, ἃ πρὸ τῶν πραγμάτων τεθέαται, ταῦτα καὶ ἀπαγγέλλειν ποιεῖται περὶ πολλοῦ, σοφόν τε καὶ ἀσφαλῆ καθιστὰς τὸν Ἰσραὴλ, ἵνα μὴ τοῖς ἴσοις πταίσμασι περιπεσὼν, ἁλοίη καὶ δεύτερον, εἰδὼς, ὅτι σέσωσται μετὰ πόνου, καὶ μονονουχὶ
φροντὶς γέγονε καὶ τοῖς ἐν οὐρανῷ ἀγγέλοις ἡ ἐπ’ αὐτοῖς 2 3 λύτρωσίς τε καὶ χάρις. ἔφη τοίνυν, ὅτι τεθέαται μὲν ἑστῶτα τὸν ἄγγελον, πρὸ προσώπου δὲ αὐτοῦ καὶ τὸν Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν· καὶ ὁ μὲν ἄγγελος εἰς εἰκόνα καὶ τύπον ἱστήκει Χριστοῦ· ὁ δέ γε ἱερεὺς νοηθείη ἂν ἀντὶ παντὸς τοῦ λαοῦ· λαμβάνεται γὰρ οὕτω παρὰ ταῖς θείαις
4 γραφαῖς. καὶ γοῦν ἔφη που πρὸς Μωυσέα ὁ Θεός “Καὶ ἐγὼ 5 “ἰδοὺ εἴληφα τοὺς Λευίτας ἀντὶ πάντων τῶν υἱῶν Ἰσραὴλ, 6 “δόμα δεδομένοι μοί εἰσιν·” ἔρχεται δὴ οὖν ὁ λόγος ἡμῖν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος, ἀντὶ παντὸς τοῦ λαοῦ τὸν ἱερέα δεχόμενος. ἐπειδὴ γὰρ γέγονεν ὁ Ἰσραὴλ ἐκ προσώπου
Θεοῦ, λελατρευκὼς εἰδώλοις, καὶ αὐτὸν δὲ τὸν διὰ Μωυσέως ἀτιμάσας νόμον, εἶτα πληρωθείσης τῆς ἐπ’ αὐτῷ δικαίας ὀργῆς, ἠλέηται παρὰ Θεοῦ, κέκληται δὲ πάλιν εἰς ὄψιν αὐτοῦ. καὶ τοῦτο οἶμαί ἐστιν αἰνιγματωδῶς τὸ ἑστάναι τὸν ἱερέα πρὸ 7 προσώπου ἀγγέλου Κυρίου. ἐν ὀργῇ μὲν γὰρ ἀποστρέφεται
καὶ ἀποκομίζει τοὺς ὀφθαλμοὺς τῶν εἰωθότων καταφρονεῖν· οἰκτείρων γεμὴν ἐφορᾷ καὶ ἐπισκέπτεται. καὶ γοῦν ὁ θεσπέ- 8 σιὸς ψαλμῳδὸς προσηύχετο λέγων “Μὴ ἀποστρέψῃς τὸ “πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ 9 “δούλου σου.” καὶ πάλιν “Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν
“με.” ἀλλ’ ὁ μὲν φύσει χρηστὸς καὶ φιλοικτίρμων Θεὸς ἠλευθέρου τῆς ἁμαρτίας τὸν Ἰσραήλ· ὁ δὲ εἰς ταύτην ἐμ- 10 βεβληκὼς σατανᾶς ἱστήκει πάλιν ἀντικείμενός τε καὶ ἀντεξάγων αὐτῷ, καὶ καταγορεύων ἔτι, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς τὸ αὐτῷ δοκοῦν, κατοικτείρεσθαι μὴ ἐφιεὶς, ὡς ἐν πλημμελείαις
ὄντα, καὶ τοῖς τῆς δυσσεβείας ἐγκλήμασιν ἐνεχόμενον, καὶ οὐδὲν ἔχοντα δεξιόν. ἱστήκει γάρ φησιν ἐκ δεξιῶν αὐτοῦ, 11 τρόπον τινὰ παραλύων τὰ δεξιά· πολεμεῖ γὰρ οὐχὶ τοῖς σκαιοῖς ἡμῶν πράγμασιν, ἀλλὰ τοῖς δεξιοῖς καὶ ἐπαινουμένοις. τοῦτό τοι παθεῖν ἐπηρᾶτό τινα τῶν εἰς Χριστὸν δεδυσσεβηκότων ὁ μακάριος Δαυεὶδ οὕτω λέγων “Καὶ διά- 12
“βολος στήτω ἐκ δεξιῶν αὐτοῦ.” ἀντέκειτο τοίνυν ὁ 13 σατανᾶς, πλὴν ἐπετιμᾶτο διὰ φωνῆς ἀγγέλου· ἤκουε γὰρ λέγοντος Ἐπιτιμήσαι Κύριος ἐν σοὶ διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.