γενεαλόγου μένων, οὓς καὶ νεφέλας ἀποκαλεῖ, διά τοι τὸ ὑψοῦ φέρεσθαι τῶν ἁγίων τὸν νοῦν, καὶ παραιτεῖσθαι μὲν τὰ ἐπὶ τῆς γῆς καὶ φρόνημα τὸ κατερριμμένον, ζητεῖν δὲ μᾶλλον τὰ ἄνω καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ μὴν καὶ τὸ ἐν τάξει νεφῶν, τοῖς νοητοῖς ὑετοῖς κατάρδειν ἑτέρους. ὅτι δὲ τὴν ἀνάστασιν
τὴν ἐν γε τούτῳ φημὶ, τὴν εἰς φροντίδα κίνησιν τῆς ἀῤῥήτου φύσεως οὐκ ἀπίθανον ἐννοεῖν, πληροφορήσει πάλιν αὐτὸς 2 ὁ Σωτῆρ’, διὰ τῆς τοῦ ψάλλοντος φωνῆς οὕτω λέγων “Ἀπὸ 3 “τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν “πενήτων νῦν ἀναστήσομαι λέγει Κύριος.” ἐγήγερται τοίνυν, 4 τουτέστι, κεκίνηται λοιπὸν εἰς ἐπικουρίαν τοῖς ἐπὶ τῆς
γῆς πεπραχόσιν ἀθλίως. αὐτὸς δὲ ἡ πάντων λύσις, καὶ τῆς ἀρχαίας ἀρᾶς τὸ πέρας, καὶ ἀρχὴ τοῦ παντὸς ἀγαθοῦ, καὶ δοτὴρ ἐλπίδος τῆς εἰς αἰῶνα τὸν μέλλοντα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.