γέγονε τοῦ Χριστοῦ, ἢ ὡς ἐκ προσώπου τοῦ Προφητοῦ. πλὴν ἐκεῖνο περιαθρητέον. ὡς γὰρ πάντη τε καὶ πάντως 1 2 ἀπολουμένων οἵπερ ἃν αὐτῷ μὴ πιστεύσειαν, εὐλαβεῖσθαι προστέταχε. τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς τὴν εἰς αὐτὸν 3 πίστιν οὐ προσιεμένοις ἐπεφώνει τοῖς ἐξ Ἰσραήλ “Ἀμὴν “ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς 4 “ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.” καὶ πάλιν “Ὁ πιστεύων
“εἰς τὸν Υἱὸν, οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, “ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.” 5 ταύτῃτοι καὶ “λίθος προσκόμματος καὶ πέτρα σκανδάλου κατωνόμασται Χριστὸς. ὥσπερ γάρ καλὸν καὶ σωτήριον τὸ τῇ πίστει στεφανοῦν αὐτὸν, οὕτω
καὶ ὀλέθρου πρόξενον, τὸ μὴ εὐλαβεῖσθαι τὸν δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, καὶ οὐχ ἑτέρου του χάριν, ἣ ἵνα σώσῃ τὸ ἀπολωλός, ἐπιστρέψῃ τὸ πλανώμενον, ζωοποιήσῃ τὸ κατεφθαρμένον, φωτίσῃ τὸ ἐν σκότῳ, καθαρὸν ἀποφήνῃ πλημμελημάτων τὸ ταῖς ἁμαρτίαις ἔνοχον, ὑγιὲς καὶ εὔρωστον
ἀποτελέσῃ τὸ ἠσθενηκός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.