ἴδωμεν ἑαυτοὺς γεγονότας ἐν τούτοις, τότε δὴ τότε γνωσόμεθα καὶ διὰ πείρας αὐτῆς, ὅτι Θεὸς ὣν ὁ Λόγος, ἀπεστάλη μετὰ σαρκὸς εἰς τόνδε τὸν κόσμον παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, 1 καὶ ὀπίσω δόξης γέγονεν οὐχ ἑτέρου του χάριν, ἢ ἵνα δεσμεύσῃ τὸ συντετριμμένον, καὶ νευρώσῃ τὸ ἠσθενηκὸς, ἀνορθώσῃ τὸ
κατερριμμένον, εὐσθενὲς ἀποφήνῃ τὸ ἄναλκι, θεραπεύσῃ τὸ ἠσθενηκὸς, ἵνα σώσῃ τὸ ἀπολωλός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.