2 συνέθλασε κεφαλὰς, καὶ δέδωκεν ἡμῖν “πατεῖν ἐπάνω ὄφεων 3 “καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. καὶ οἱ ποτὲ δεινοὶ καὶ παγχάλεποι, καὶ δυσάντητον ἔχοντες τὴν προσβολὴν, γεγόνασι σκῦλα τοῖς δεδουλευκόσιν αὐτοῦ. ἡμεῖς γὰρ οἱ πάλαι ταῖς ἁμαρτίαις τυραννούμενοι, δεδικαιώμεθα 4 μὲν ἐν Χριστῷ, ἀφίγμεθα δὲ ἤδη πρὸς τοῦτο λοιπὸν εὐσθενείας πνευματικῆς, ὡς διαπρέπειν μὲν δύνασθαι διὰ πάσης ἀρετῆς, καὶ τὸν ἐν Χριστῷ τε καὶ εὐαγγελικὸν κατοπθῶσαι βίον, εἶτα χαρισμάτων ἀναπίμπλασθαι τῶν παρ’ 5 αὐτοῦ, καὶ λαβεῖν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, καὶ δαίμοσιν ἀνοσίοις ἐπιτιμᾶν, ὑποστρωννύντος τοῦ Χριστοῦ 6 καὶ συντρίβοντος ὑπὸ πόδας ἁγίων αὐτόν τε τὸν σατανᾶν καὶ τὰς ὐπ’ αὐτὸν δυνάμεις πονηράς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.