ἀσχέτως κατεληίζοντο. σκυλεύονται δὲ νυνὶ, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συγκομίζοντος ἡμᾶς διὰ τῆς πίστεως 1 εἰς ἑαυτὸν, καὶ ἰδίους ἱστάντος προσκυνητὰς τοὺς ταῖς παρ’ ἐκείνων πλεονεξίαις πεφορτισμένους, καὶ τοσαύτην ἡμῖν ὀρέγοντος τὴν ἀσφάλειαν, ὥστε τὸν ἐθέλοντα λυπεῖν, μονονουχὶ
τῆς ἰδίας ἅπτεσθαι κόρης· περιτρέπεται γὰρ ἀεί πὼς εἰς πᾶν τοὐναντίον τῶν πραγμάτων ἡ ἔκβασις. τοῖς διώκουσι τὴν Ἐκκλησίαν λέγοιτο δ’ ἂν ἐφ’ ἑκάστῳ τὸ ἐν ψαλμοῖς “Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς 2 “βόθρον ὃν εἰργάσατο, ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς 3 4 “κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ “καταβήσεται.” ἅψεται δὴ οὖν ἑαυτοῦ, φησὶν, ὁ ταῖς τῶν ἐμοὶ πεπιστευκότων ἐπιβουλεύων ψυχαῖς. τοῦτό τοι φησὶ 5 καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς “Μὴ ἅπτεσθε “χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονη-
6 “ρεύεσθε.” εἰ γάρ ἐσμεν ‘‘σῶμα Χριστοῦ καὶ μέλη ἐκ “μέρους, πῶς ἃν πρόοιτο τοῖς φιλαμαρτήμοσι τὸ ἴδιον σῶμα; ἢ πῶς ἔξεσται κακοῦ ἀναπιμπλᾶν τὰ μέλη Χριστοῦ; μᾶλλον δὲ, πῶς οὐκ ἃν τὴν ἐσχάτην ἀποτίσειαν δίκην, οἱ 7 τοῖς ὑπ’ αὐτῷ γεγονόσιν ἀνοσίως ἐπιβουλεύοντες;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.