1 πάλαι λαοὺς, ἐνδοιάσειεν ἃν οὐδεὶς, εἴ γε νοῦν ἔχοι τῆς ἀτρεκείας τὸν ἐραστήν. εἰ γὰρ αὐτὸς ἦν ἡ πετρὰ δεδιψηκότα κατὰ τὴν ἔρημον ποτίζων τὸν Ἰσραὴλ, καὶ αὐτός ἐστιν ὁ δι’ οὗ τὰ πάντα παρὰ Θεοῦ καὶ Πατρὸς, πῶς ἐστιν ἀμφιβάλλειν, 2
ὅτι δι’ αὐτοῦ καὶ πᾶσα λύτρωσις κατὰ καιρὸν, καὶ ἅπας ἐπικουρίας ἐπράττετο τρόπος; πλὴν ἔν γε τούτῳ φαμὲν τοῖς ἐν πίστει δεδικαιωμένοις καὶ ἡγιασμένοις ἐν Πνεύματι προσφωνεῖν αὐτὸν, καὶ τὸν τῆς ἐνανθρωπήσεως κατασημαίνειν τρόπον. ὀπίσω γὰρ δόξης ἀπεστάλθαι φησί.
καὶ ψευδοεπήσειεν ἃν οὐδαμῶς. εἰ γὰρ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς Λόγος, ‘‘οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, καθὰ γέγραπται, 3 καθίκετο δὲ καὶ εἰς δούλου μορφὴν, καὶ τεταπείνωκεν 4 ἑαυτὸν, γενόμενος καθ’ ἧμας, πὼς οὐκ ὀπίσω γέγονε
τῆς ὅτι μάλιστα πρεπούσης ἀξίας αὐτῷ;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.