εἰρήσθω πάλιν. μεταφοιτᾷ δὲ ὁ λόγος εἰς θεωρίαν τὴν πνευματικὴν, καὶ τὸ τοῦ Σωτῆρος ἤδη πὼς εἰσκρίνεται πρόσωπον, καταλγυνομένου τρόπον τινὰ, μόνον δὲ οὐχὶ καὶ ἐπιδακρύοντος τοῖς ἐπὶ τῆς γῆς, διάτοι τὸ πάντας τὴν τοῦ τυραννήσαντος σατανᾶ λατρείαν ὑποδραμεῖν, καὶ δουλείαν
ἀνατλῆναι τὴν οὕτω σκληρὰν, ὡς τοῖς ἐκείνου θελήμασιν ὁρᾶσθαι κατηχθισμένους. μένους. προτρέπει τοίνυν ἀποδραμεῖν ὡς 2 ἐκ γῆς βοῤῥα, τουτέστιν, ὡς ἀπὸ χώρας τῆς ἵνα διὰ τούτου πλαγίως διάθεσίν τινα καὶ ἠθῶν κατάστασιν ἐννοῶμεν κοσμικὴν, ἢν εἴπερ τις ἔχοι, καὶ αὐτὴν ὁρῷτο
κατοικῶν, οὐκ ἂν εἴη τῷ πνεύματι ζέων, οὐδ’ ἂν ἔχοι κάτοικον 3 ἐν ἑαυτῷ τὸν διάπυρον τοῦ Θεοῦ λόγον. ψάλλει γάρ που πρὸς Θεὸν ὁ μακάριος Δαυείδ ‘‘Πεπυρωμένον τὸ λόγιόν 4 “σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. ἔφη 5 δέ που καὶ αὐτὸς πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν 6 “Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον λέγει Κύριος, καὶ “ὡς πέλυξ κόπτων πέτραν ;” οὐκοῦν ὁ τὸν ζέοντα καὶ 7 πυρον τοῦ Θεοῦ λόγον οὐκ ἔχων, ἀπεψυγμένος ἂν εἴη καὶ νεκρός. καταψυχθήσεσθαι γὰρ τὴν ἀγάπην τῶν πολλῶν
8 διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, καὶ ὁ μακάριος ἔφη Παῦλος θυγάτηρ δὲ Βαβυλῶνος ἡ ἁμαρτία λελέξεται, καὶ μάλα εἰκότως, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἑρμηνεύεται μὲν σύγχυσις ἡ Βαβυλών· εἴη δ’ ἃν ἔργον τὸ πλημμελεῖν, οὐχὶ νοῦ καθεστηκότος καὶ ἐρηρεισμένου, συγκεχυμένου δὲ μᾶλλον,
καὶ οἱονεί πὼς καταμεθύοντος ταῖς εἰς φαυλότητα ῥοπαῖς. δεῖ δὴ οὖν ἄρα τῶν τοιούτων ἀποφοιτᾶν καὶ ὡς ἐκ γῆς 9 ἀλλοτρίας τῆς ἀπεψυγμένης καὶ νεκρᾶς τοῦ νοῦ διαθέσεως μεταφοιτᾶν εἰς Σιῶν, τουτέστιν, εἰς τὸ ἀληθὲς, ἵνα νοῶμεν τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν ᾗ γεγονότες κατοψόμεθα μὲν τὸ
Θεῷ δοκοῦν, καὶ τοὺς ἐπὶ τῇ ἁγίᾳ τε καὶ ὁμοουσίῳ τριάδι περιαθρήσομεν λόγους, καὶ αὐτὸν εὑρήσομεν ἐκ παντὸς ἡμᾶς τρόπου συναγείροντα Χριστὸν, καὶ συνδέοντα πνευματικῶς 10 εἰς ὁμοψυχίαν. ἔφη γάρ που περὶ ἡμῶν, ὅτι “Καὶ ἄλλα “πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα
11 “δεῖ με ἀγαγεῖν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.