ὡς δύσοιστον ἀνατλᾶσι τὴν ταλαιπωρίαν, καὶ δὴ καὶ ἀπονοσφίζεσθαι 1 κελεύει λοιπὸν τῆς Χαλδαίων χώρας, ὡς ἐνὸν ἤδη τοῦτο δρᾶν αὐτοῖς, ἐξείργοντος οὐδενὸς, αὐτοῦ τε συλλέγοντος ἐκ τόπου παντὸς τοὺς τῇ τοῦ πολέμου προσβολῇ κατεσκεδασμένους. θυγατέρα δὲ Βαβυλῶνος καὶ γῆν τοῦ
βοῤῥᾶ τὴν τῶν Χαλδαίων ὀνομάζει χώραν αἱ γὰρ μητροπόλεις ἐν τάξει μητέρων τέθεινται ταῖς ἄλλαις, αἳ πράττοιεν ἃν ὑπ’ αὐταῖς. βορειοτέρα ’δε πὼς καὶ πρὸς ἠῶ κειμένη τῶν Χαλδαίων ἡ χώρα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.