γὰρ ἀρχάς τε καὶ ἐξουσίας τοῦ κοσμοκράτορος καὶ ἀντικειμένας 3 μένας δυνάμεις. ἐξείλετο δὲ ἡμᾶς, καὶ τῶν ἐκείνου δεσμῶν ἀπέλυσεν· ἤγειρεν ἡμῖν τὴν Ἐκκλησίαν, τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν, τὴν εὐρεῖαν καὶ εὐμηκεστάτην, ἢν κατακάρπως ᾠκήκαμεν ἄνθρωποί τε καὶ κτήνη, τουτέστιν, οἱ
λελογισμένοι τε ἤδη, καὶ οἱ μήπω πρὸς τοῦτο ἥκοντες μέτρου, μέλλοντες δὲ καὶ μυσταγωγούμενοι· δὲ πόλιν, ἢν αὐτὸς τειχίζει Χριστὸς, ἀῤῥήτοις δυνάμεσι καταφλέγων τοὺς ἀνθεστηκότας, καὶ τῆς ἑαυτοῦ δόξης ἀνα- 4 πιμπλὰς, καὶ οἷον ἑστηκὼς ἐν μέσῳ τῶν οἰκούντων αὐτήν·
5 ἐπηγγέλλετο γὰρ λέγων “Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας “τὰς ἡμέρας καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος. ταύτης 6 λέγων “Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις “πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν
“ οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ “ μὴ διαῤῥαγῶσι,” καὶ πρὸς αὐτὴν δέ φησι “Πλάτυνον τὸν “ τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ “ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.” 7 κατευρύνεται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ εἰς ἄπλετον
ἐκτείνεται μέτρον, ἀναριθμήτους ἀεὶ δεχομένη τοὺς προσκυνοῦντας αὐτόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.