τοιάδε τῶν θεωρημάτων τοῖς σαρκὸς ὀφθαλμοῖς· τοὺς ἔσω δὲ μᾶλλον καὶ νοητοὺς, δῆλον δὲ ὅτι τοὺς ἐν καρδίᾳ καὶ νῷ. εἶτά τινα τεθεᾶσθαί φησιν ἐν ἀνδρὸς σχήματι, αχοινίον ἔχοντος γεωμετρικὸν, ἤρετο δὲ πάλιν ἐφ’ ὅτῳ τε βαδίζοι, καὶ τίς ὁ σκοπὸς αὐτῷ. τοῦ δὲ δὴ φάσκοντος Διαμετρῆσαι τὴν
Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος ἐστὶν καὶ πηλίκον τὸ μῆκος, ἄγγελος ἕτερος ἑτέρῳ πάλιν ἀγγέλῳ βαδίζειν ἐκέλευε καὶ ἀπαγγελεῖν αὐτῷ ὅτι κατάκαρπος κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων κα.) κτηνῶν τῶν ὄντων ἐν μέσῳ αὐτῆς. ἐπειδὴ γὰρ ἠρημωμένης τῆς Ἱερουσαλὴμ, προσεμπρησθέντος
πρησθέντος δὲ καὶ αὐτοῦ τοῦ θείου νεὼ, καὶ τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν οἴκων τε καὶ πόλεων ἀνατετραμμένων, ἀνῄρητό 3 πὼς ἡ ἐλπὶς τοῦ καὶ εἰσαῦθις αὐτὴν ἀνασφῆλαι δύνασθαι. δείκνυσι δὲ Θεὸς, ὅτι τῶν κεράτων παρωξυμμένων, τουτέστι τῶν ἐθνῶν, ἤτοι τῶν βασιλειῶν, καὶ τὸν πρὸς ἄλληλα πόλεμον
λεμον συγκεκροτηκότων, ἀνεθήσεται μὲν ὁ Ἰσραὴλ, οἰκήσει δὲ πάλιν κατευρυνθεῖσαν τὴν Ἱερουσαλὴμ καὶ θείᾳ πεπυργωμένην, καὶ οἷον ἀμάχῳ φλογὶ ταῖς ἄνωθεν εὐμενείαις διεζωσμένην. τρέχει τοίνυν ὁ ἄγγελος ἐκμετρῆσαι τὴν Ἱερουταλὴμ, 4 καὶ οἷον ὁρίσαι πλατεῖαν αὐτὴν καὶ εὐμηκεστάτην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.