ἀμφίβολος, ὡς εἰ δήπου γένοιτο προσκρούειν ἐξ ἀσθενείας, ἁλλ’ οὖν ἔχουσι παρὰ Θεῷ τοὺς λιπαροῦντας ὑπὲρ ἑαυτῶν, 1 οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους, οἳ προσηνῆ τε καὶ μειλίχιον ἀποτελοῦσι Θεὸν, τῇ ἰδίᾳ καθαρότητι κατευνάζοντες τὰς ὀργὰς, καὶ οἱονείπως
ἐκδυσωποῦντες ἀσχάλλοντα τὸν κριτήν. ἀλλὰ τότε μὲν ἄγγελος ὑπὲρ τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἐποιεῖτο τὰς λιτάς· ἡμεῖς δὲ, οἱ πεπιστευκότες καὶ ἡγιασμένοι λοιπὸν ἐν Πνεύματι, “Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν 2 “Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρ- 3
“τιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἁλλὰ περὶ ‘‘ὅλου τοῦ κόσμου.” καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, αὐτὸν “ἱλαστήριον ὁ Θεὸς ἔθετο διὰ πίστεως, ἁμαρτιῶν 4 ἀπαλλάττοντα τοὺς προσιόντας αὐτῷ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.