ὃς τάχα που τέτακτο παρὰ Θεοῦ τὸ τῶν Ἰουδαίων ἔθνος παιδαγωγεῖν. εὑρήσομεν δὲ ὅτι καὶ ὅτε τῆς τῶν Αἰγυπτίων 2 ἐκδεδραμήκασι γῆς, δεινοῖς μὲν αὐτοὺς κατεπτόει δείμασιν ὁ ἀπόπληκτος Φαραὼ, τὸν πολέμου νόμον ἐξωπλισμένος, εἶτα διώκειν ἐπιχειρῶν, ἔστη, φησὶν, ὁ ἄγγελος Κυρίου ἀνὰ μέσον
αὐτῶν, ‘‘καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.’’ ἀλλὰ 3 καὶ αὐτὸν τὸν νόμον δι’ ἀγγέλων λελαλῆσθαι ὁ νομομαθὴς ἔφη Παῦλος. ὑπεμφαίνει ’δε τι τοιοῦτον καὶ τῆς εὐαγγελικῆς παραβολῆς ἡ δύναμις. ἔφη γάρ που Χριστὸς περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, τὸ μέλλον αὐτῇ συμβήσεσθαι
4 προαναδεικνὺς αἰνιγματωδῶς “Συκῆν εἶχε τις πεφυτευμένην 5 “ἐν τῷ ἀγρῷ αὐτοῦ.’’ ἐπειδὴ δὲ ἄκαρπος ἢν, ἐκκόπτειν αὐτὴν ἤθελε, καὶ δὴ τοῦτο δρᾶν ἐκέλευε λέγων τῷ γηπόνῳ 6 “Ἔκκοψον αὐτὴν, ἱνατί καὶ τὴν γῆν καταργεῖ;” ὁ δὲ πρὸς 7 τοῦτό φησι ‘‘Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως
“ἂν σκάψω περὶ αὐτὴν, καὶ βάλω κόπρια· κἂν μὲν ποιήση “ καρπὸν “καρπὸν εἰς τὸ μέλλον· εἰ δὲ μή γε, ἐκκόψεις γὰρ ἕτερον ἡμῖν ἐν τούτοις τὸ τοῦ γηπόνου πρόσωπον ὑπαι- 8 νίττεται, πλὴν ὅτι τὸ τοῦ προεστηκότος ἀγγέλου, καὶ παιδαγωγεῖν αὐτὴν, ὡς ἔφην, προστεταγμένου; ὁρίσαντος οὖν τοῦ
Θεοῦ τῆς αἰχμαλωσίας τὸν χρόνον εἰς ἔτος τὸ ἑβδομηκοστὸν, οὔπω μὲν εἰς πέρας ἥκοντος τοῦ καιροῦ, σιωπᾶν ἦν ἀναγκαῖον, ὡς ἃν μὴ δοκοίη Δεσποτικοῖς ἀντεξάγειν νεύμασι. πεπερασμένου δὲ ἤδη τοῦ καιροῦ, ποιεῖται τὰς λιτὰς, καὶ τῆς τοῦ 9 προσκρούειν ὑποψίας οἷον ἐκ μέσου γεγενημένης, ἀψευδῆ δὲ ὄντα τὸν Δεσπότην εἰδὼς, ἀναμαθεῖν ἀξιοῖ, πότερόν ποτε συμπεπέρανται τοῖς ἡμαρτηκόσι τὰ ἐξ ὀργῆς κατὰ τὸ πάλαι 10 δόξαν εἰς ἔτος τὸ ἑβδομηκοστόν· ἤγουν ἔσται τις έτέρα
πάλιν ἀνάβλησις προστεθειμένων ἁμαρτιῶν, καὶ εἰς μῆκος ἔτι τὰ τῆς ταλαιπωρίας αὐτοῖς ἐκτείνεται. ταύτῃσί φησιν Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τας τῆς πόλεις ὑπερεωραμένας ἤδη τοῦτο ἑβδομηκοστὸν ἔτος;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.