οἶμαι κατάσκια φησι τό τε τῆς Ἰουδαίας, τουτέστι, τὴν Σιῶν καὶ μὴν καὶ τὸ Σαμαρείας. ἔφη γάρ που περὶ αὐτῶν 1 ὁ Θεός “Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιῶν καὶ τοῖς πεποιθόσιν “ἐπὶ τὸ ὄρος Σαμαρείας.’’ ἄμφω δὲ κατάσκια διά τοι τὸ ἀμετρήτῳ πλήθει τῶν κατῳκηκότων στενοχωρεῖσθαι τάχα
που, καὶ ὕλην ἀπομιμεῖσθαι δασεῖάν τε καὶ ἀμφιλαφῆ. κατόπιν γεμὴν τοῦ ἐπιβεβηκότος τὸν ἵππον τὸν πυῤῥὸν, ἵπποι 2 πάλιν ᾔεσαν ἕτεροι, καὶ οὐκ ἐν ὄψει μιᾷ, πυρροὶ γὰρ ἦσαν, 3 καὶ μὴν καὶ ψαραὶ καὶ ποικίλοι καὶ λευκοί. σημαίνουσι δὲ καὶ αὐτοὶ βασιλέας, ἢ ἔθνη φιλοπόλεμά τε καὶ μαχιμώτατα, καὶ οὐχὶ δὴ μόνην τὴν ἐνεγκοῦσαν ἔχειν ἠγαπηκότα, κάτα. σκιδνάμενα δὲ ὥσπερ ἁπάσης τῆς γῆς, καὶ ὑφ’ ἑαυτὰ ποιεῖσθαι
εῖσθαι σπουδάζοντα τὴν ὑπ’ οὐρανὸν, ὁποῖοι γεγόνασιν οἱ Βαβυλωνίων βασιλεῖς, Φουλὰ μὲν πρῶτος, ὃς εἷλε τὰς πέραν τοῦ Ἰαρδάνου φυλάς. εἶτα μετ’ ἐκεῖνον ὁ Σαλαμανασὰρ, ὃς πεπόρθηκε τὴν Σαμάρειαν, καὶ τρίτος Σεναχηρεὶμ, ὁ τῆς 4 Σαμαρείας τὸ λείψανον καταδῃώσας ἀγρίως, προσεμπρήσας
δὲ πολλὰς καὶ τῆς Ἰουδαίας πόλεις. τέταρτος ὁ Ναβουχοδονόσορ, ὃς καὶ αὐτὴν εἷλε τὴν Ἱερουσαλὴμ, καὶ ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τὸ γεμὴν ἐν εἴδεσιν ὁρᾶσθαι τοὺς ἵππους, σημαίνει που τάχα τῆς ἑκάστου γνώμης τὸ διάφορον· καὶ τὸ ἐν αὐτοῖς ἑτερόχροον, αἴνιγμα
τῆς ἑκάστου διανοίας παραδέξαιτο ἄν τις, καὶ μάλα εἰκότως. διηπόρηκε μὲν οὖν ὁ Προφήτης καὶ ἀποκάλυψιν αἰτεῖ· 5 μανθάνει δὲ, ὅτι ὑτοί εἰσιν οὓς ἐξαπέσταλκε Κύριος περιοδεῦσαι πᾶσαν τὴν γῆν, καὶ αὐτοὶ δὲ τοῦτό φασιν οἱ ἀπεσταλμένοι, περιωδευκέναι τὴν σύμπασαν διαβεβαιούμενοι,
καὶ μὴν ὅτι καὶ ἠρεμεῖ, ταῖς αὐτῶν πλεονεξίαις ἀντιτείνειν οὐκ ἔχουσα, καὶ τὸν ὑπ’ αὐτοῖς ἀβούλητον μὲν, πλὴν ἀναγκαῖον ὑπομένουσα ζυγόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.