μάχεται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς ἀντεξάγουσιν αὐτῷ, καὶ οἷά τις πολέμιος ἀνθοπλίζεται τοῖς ἀπειθῆ καὶ ἀγέρωχον ἀντανιστᾶσιν αὐτῷ τὸν τῆς διανοίας αὐχένα. ἔδρων δὲ τοῦτο, καὶ μάλα νεανικῶς, οἱ ἐξ αἵματος Ἰσραὴλ, οἵ τε τὴν Ιουδαίαν καὶ αὐτὴν οἰκοῦντες τὴν ῾Ιερουσαλὴμ, καὶ μὴν
3 καὶ οἱ τὴν Σαμαρειτῶν χώραν ἔχοντες, τουτέστιν, αἱ δέκα φυλαί. ἐτράποντο γὰρ εἰς πολυθείαν, καὶ τοῖς χειροκμήτοις τὸ σέβας ἀνάπτοντες, ἐπεφώνουν ταῖς δαμάλεσι ταῖς χρυ- 4 σαῖς “οὗτοι οἱ θεοί σοι, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ “γῆς Αἰγύπτου, καὶ πρός γε δὴ τούτοις, τῶν τοῦ νόμου
θεσπισμάτων ἀλογήσαντες παντελῶς, ἀπερισκέπτως ἐτράποντο πρὸς τὸ ἑκάστῳ φίλον δοκοῦν. ταύτῃσι λοιπὸν ὁ τῶν ὅλων Θεὸς, ἔφιππος δὲ ὥσπερ αὐτοῖς, ὡς ἐν εἴδει τῷ 5 καθ’ ἡμᾶς, αἰνιγματωδῶς ἐπιφοιτᾷ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.