ἑπόμενοι, καὶ προγονικὴν συνήθειαν ὡς δυσανάτρεπτον ἀπολογίαν ἀεὶ προβαλλόμενοι, κἂν εἰ ἐπὶ τοῖς ἐσχάτοις καταψέγοιντο κακοῖς. ἔθος δὲ τοῦτο μάλιστα τοῖς τῶν εἰδώλων 1 θεραπευταῖς. καλούμενοι γὰρ ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν, τῆς τῶν πατέρων ἀπάτης διαμέμνηνται πανταχοῦ,
καὶ πατρῷον ὥσπερ τινὰ κλῆρον τὸ ἐκείνων ἀμαθὲς ἀσπαζόμενοι, διαμένουσι τυφλοί. οἶμαι δὲ, ὅτι κἂν εἰ αὐτοῖς συμβουλεύσειέ τις τοῖς ἐκ περιτομῆς μεταμαθεῖν τὰ αἰσχίω, καὶ τιμᾶν ἑλέσθαι τὸ ὠφελοῦν, ἐπὶ τὴν τῶν πατέρων συνήθειαν καταφεύγουσι καὶ αὐτοί. χρήσιμον οὖν τοῖς πλανωμένοις
μένοις ἐπιφωνεῖν ’Επιστρέψατε πρὸς μὲ καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύρος παντοκράτωρ, καὶ μὴν ἐπὶ τούτῳ 2 Μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἱ πλανώμενοι δηλονότι, καὶ μέχρι τοῦ παντὸς μεμενηκότες ἐν ἀγνωσίᾳ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.