1 δοκοῦν τῶ Θεῶ, καὶ εἰδώλοις μὲν οὐ προσέκειντο τέως, οὔτε μὴν τὴν ἀρχαίαν προσίεντο πλάνην· πλὴν καθ’ ἑτέρους ἡλίσκοντο παροτρύνοντες τρόπους. ὡς γὰρ ἐν τῷ Ἔσδρᾳ 2 γέγραπται, καὶ γυναίοις ἀλλοφύλοις ἐπεμίγνυντο καὶ, τὰς ἐκ τῶν ὁμόρων ἐθνῶν εἰσοικισάμενοι, τεκνῶν ἀλλοτρίων πατέρες
γεγόνασι, καίτοι τοῦ νόμου τὸ χρῆμα αὐτοῖς ὡς ἔκτοπον ἀποφάσκοντος. κατημέλουν δὲ καὶ τοῦ τελεῖν ἑορτὰς, καὶ πληροῦν θυσίας, καὶ μὴν καὶ ἀπρόθυμοι περὶ τὸ δεῖν ἀναδείμασθαι τὸν θεῖον ναὸν γεγονότες ἡλίσκοντο. ταύτῃτοι, καθά 3 περ ἐν τῷ Ἀγγαίῳ γέγραπται, ἐπάταξεν αὐτοὺς ἐν ἀφορίᾳ
καὶ ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν. καὶ ἐνέβαλλον μὲν εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, 4 καὶ ἐγίνοντο δέκα, εἰσεπορεύοντο δὲ καὶ πάλιν ἀντλῆσαι πεντήκοντα μετρητὰς, καὶ ἐγίνοντο εἴκοσι. ἐπαγγέλλεται τοίνυν αὐτοῖς, ὡς εἰ ἕλοιντο μεταφοιτᾶν εἰς τὸ ἄμεινον, καὶ ἐπιστρέφειν πρὸς αὐτὸν, διὰ τοῦ δρᾶν ἑλέσθαι τὰ αὐτῷ
δοκοῦντα καὶ φίλα, τότε καὶ αὐτὸς ἐπιστρέψει πρὸς αὐτοὺς, τουτέστιν, ἀφέξεται τῆς ἐπ’ αὐτοὺς ὀργῆς, καὶ παλινδρομήσει πρὸς ἔλεον, καὶ φειδοῦς τε καὶ οἰκτιρμῶν ἀξιώσει πάλιν. ἀποφάσκει γεμὴν ὡς ὀλέθρου πρόξενον τὸ ἑλέσθαι 5 ζηλοῦν τοὺς πρὸ αὐτῶν γεγονότας, οἷς πλείστη μὲν ὅση
δέδοτο παρ’ αὐτοῦ διὰ τῶν ἁγίων προφητῶν παράκλησις καὶ παραμυθία, καλοῦσα πρὸς ἀποστροφὴν τῶν αἰσχρῶν ἐπιτηδευμάτων, ἀνόνητον δὲ τὸ πρᾶγμα πολὺ λίαν ἐτέθειτο ἀπονεύσασι πρὸς τὸ δυσήκοον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.