κατορθοῦν ἑλομένη τὸ ἀντιστατοῦν οὐδὲν, πάντα δὲ μᾶλλον ἕψεται ῥᾳδίως, καὶ ἰσχύσει τὸ αὐτῇ δοκοῦν, κἂν εἴτι τῶν b ἐπιγείων πραγμάτων ἡμῖν τε καὶ τοῖς καθ’ ἡμᾶς δυσκατόρθωτον εἶναι δοκῇ. ᾤοντο μὲν γὰρ οἱ Ἰουδαῖοι δυσαλωτάτους ἔσεσθαι τοὺς Βαβυλωνίους, καὶ ἄμαχον οὕτως χεῖρα λαχεῖν,
ὡς μηδ’ ἃν εἰ βούλοιτο Θεὸς, ἀτονῆσαι πρὸς ἐχθρούς. ἐκάλει γὰρ οἶμαι δυσθυμίας εἰς τοῦτο αὐτοὺς τὰ κατὰ πάσης αὐτῶν τῆς χώρας ὠμῶς τε καὶ ἀνημέρως παρ’ ἐκείνων τετολμημένα. ἵνα τοίνυν εἰδεῖεν, ὡς κείσονται μὲν ἀκονιτὶ κατεξανιστάντος αὐτοῖς τὴν ὀργὴν τοῦ Θεοῦ, ἁλώσονται δὲ,
1 καὶ μάλα ῥᾳδίως, ἀναγκαίως φησί Κύρος ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδος αὐτοῦ καὶ νεφέλαι κονιορτὸς ποδων αὐτου. 2 εἰ γὰρ δὴ, φησὶ, βουλεύσαιο κατά τινων· τοῦτο γὰρ ἢ ὀδός· καταδραμεῖται πάντως ὡς ἐν συσσεισμῷ. ἄμαχον δὲ χρῆμα
καὶ δυσδιάφυκτον κομιδῆ συσσεισμὸς καὶ συντέλεια, καὶ νεφελαι πρὸς τούτοις κονιορτοῦ δίκην ἱπτάμεναι καὶ τὸν οὐρανὸν καταπυκάζουσαι. ἔοικε δὲ ὁ Προφήτης εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρειν τοῦ κατὰ παντὸς ἀνθρώπων γένους ἐπὶ Νῶε γεγονότος κατακλυσμοῦ, ἐν συντελείᾳ γὰρ τότε καὶ ἐν συσσεισμῷ
τῷ κατὰ πάντων οἱονεὶ πεπόρευται Θεὸς, νεφἑλας ἐξανιστὰς, καὶ, καθὰ φησὶ τὸ γράμμα τὸ ἱερὸν, ἀνοίγων τοὺς 3 καταῤῥάκτους τοῦ οὐρανοῦ, καὶ ὑετοῖς ἀσχέτοις ἐπικλύζων τὴν ὑπ’ οὐρανόν. ὁ τοίνυν, φησὶ, πρὸς ὅλην εὐκόλως 4 ἰσχύσας τὴν γῆν, καὶ ψήφῳ μιᾷ τοὺς ἐν αὐτῇ πάντας
ἀνελὼν, πῶς ἃν ἀτονήσειε πρὸς ἔθνος ἓν τὸ Βαβυλώνιον ; θεοπρεπῶς δὲ σφόδρα φησὶ τό Νεφέλαι κονιορτὸς πόνων αὐτοῦ. ὡς γὰρ εὔκολον ἀνθρώπῳ χοῦν τε καὶ κόνιν ἀνακινῆσαι ποδὶ, τὸν αὐτὸν οἶμαι τρόπον εὐχερὲς καὶ τῷ πάντων κατεξουσιάζοντι Θεῷ, χειμῶνί τε καὶ νεφέλαις καταπυκάσαι τὸν
οὐρανὸν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.