Λόγον τοῦ Θεοῦ. ἐπειδὴ γὰρ γέγονε καθ’ ἡμᾶς, συντετέλεκε καὶ συνέσεισεν “ ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμο 2 3 “ κράτορας τοῦ αἰῶνος τούτου,’’ τῆς καθ’ ἡμῶν ἐξελάσας πλεονεξίας, καὶ τῆς ἀρχαίας ἐκείνης ἀποσοβήσας ἰσχύος, καθελὼν δὲ καὶ αὐτὸ τοῦ θανάτου τὸ κράτος καὶ πρός γε 4 τούτῳ τὴν ἁμαρτίαν. γεγόνασι δὲ καὶ νεφέλαι κονιορτὸς πόνων αὐτοῦ. ὥσπερ γὰρ τοῦ βαδίζοντος πρόαν ἵπταται
κόνις, οὕτω τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς προεβάδιζον αἱ νοηταὶ νεφέλαι, τουτέστιν οἱ μακάριοι προφῆται, σκοτεινοτέρῳ μὲν καὶ οὐ λίαν ἐμφανεστέρῳ χρώμενοι λόγῳ, πλὴν ζωοποιοῖς κηρύγμασι τὸν τῶν συνιέναι δυναμένων κατάρδοντες νοῦν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.