ἔτι· περιαθρεῖν δὲ μᾶλλον τῆς ἀρεσκούσης τῷ Θεῷ πολιτείας τὴν ὁδὸν καὶ τρίβον ἰέναι τὴν ἀγαθὴν καὶ κρατεῖν ὀσφύος, τουτέστιν ἀμείνους ὁρᾶσθαι γαστρὸς καὶ φιληδονίας, “ καὶ τῆς 1 σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν εἰς ἐπιθυμίας, καταωεανιευεσθαι 2 ἕσθαι δὲ καὶ παθῶν καὶ ὄκνου παντός· ἥξουσι γὰρ οὕτως
εἰς τὴν ἁγίαν πόλιν τὴν ἐπουράνιον Ἰερουσαλὴμ, ἐκεῖ τε προσκομιοῦσι Θεῷ πνευματικὰς θυσίας, καὶ τῆς ἀρχαίας δουλείας τὸν ζυγὸν ἀποσεισάμενοι, τὸν εὐκλεᾶ καὶ ἐλεύθερον καὶ φαυλότητος ἁπάσης ἀπηλλαγμένον διαβιώσονται βίον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.