καὶ τὴν ὁδον κατασκέπτεσθαι καὶ χρατεῖν ὀσφύος, τουτέστιν 1 ἑτοίμως τε καὶ ἐπιτηδείως ἔχειν πρὸς τοὺς τῆς ὁδοιπορίας 2 πόνους, καὶ παντὸς ὄκνου κατανδρίζεσθαι, καὶ μακρῶν διαστημάτων ἀμείνους ὁρᾶσθαι φιλεῖν, προθυμίαις ἀμάχοις εἰς τοῦτο χρωμένους. ἑτοιμότητος δὲ σημεῖον, τὸ οἷον εὐπρεπῆ καὶ διεζωσμένην ἔχειν τὴν ὀσφύν. καὶ γοῦν ὁ κύριος ἡμῶν
Ἰησοῦς ὁ Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις, μᾶλλον δὲ καὶ 3 πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν “ Ἔστωσαν ὑμῶν αἱ ὀσφύες “ περιεζωσμέναι ” φησίν. ὁδοιπορικὸν γὰρ τὸ σχῆμα, καὶ ὅτι μάλιστα πρεπωδέστατον τοῖς τὸ θεῖον κηρύττουσιν εὐαγγέλιον, καὶ ἑτοιμοτάτους ἔχουσιν εἰς τοῦτο τοὺς πόδας.
4 κρατητὸν δὴ οὖν ὀσφύος φησὶν, ἀντὶ τῶν παρεσκευασμένος ἕσο καὶ οἷον εὐτρεπὴς εἰς ἀποδρομήν. ἀπέστρεψε γὰρ Κύριος τὴν ὕβριν φησὶ τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. ἐπιτήρει πάλιν ἐν τούτοις ἀναγκαίως εἰσκεκομισμένην τὴν διαστολήν. Ἰακὼβ μὲν γάρ φησι τοὺς ἐν τῇ Σαμαρείᾳ κατῳκηκότας,
τουτέστι τὰς δέκα φυλὰς, ὧν βεβασιλεύκασιν οἱ ἐκ φυλῆς Εφραΐμ καὶ Μανασσῆ, οἳ γεγόνασιν ἐξ Ἰωσὴφ, ὃς ἦν ἐξ Ιακώβ· Ἰσραὴλ δὲ ὀνομάζει τοὺς ἐν Ἱεροσολήμοις Ἰούδαν τέ φημι καὶ Βενιαμίν. ἐπειδὴ δὲ τοῦ Σεναχηρεὶμ τὴν Σαμάρεινα πεπορθηκότος, οὐχ ἥλω τὰ Ἱεροσόλυμα, Θεοῦ τὸ
5 τηνικάδε προασπίζοντος καὶ δαπανῶντος ἀγγέλου χειρὶ τὸν Ἀσσύριον· ἀνῆκε δὲ Κῦρος οὐχὶ μόνους τοὺς ἐκ τῆς Σαμαρείας αἰχμαλώτους, ἀπενηνεγμένους εἰς τὴν Νινευΐ, ἀλλὰ γὰρ καὶ τοὺς ἐκ τῶν Ἱεροσλύμων, ἑλόντος τοῦ Ναβουχουδονόσορ τὴν χώραν· ἀναγκαίως φησὶν ὁ Προφήτης ὅτι ἀπέὂκνου
6 στρεψε Κύριος τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ὕβριν τοῦ Ἰσραήλ. καὶ ὕβριν μέν φησι τὴν δουλείαν ἤτοι τὴν θητείαν. ὅτι δὲ ἅπαντας ἀνήσει Θεὸς, οὐ προασπίζων μὲν τινῶν, ἐναφιεὶς δὲ τοῖς πόνοις ἑτέρους ἐντρύχεσθαι, διδάσκει λέγων οὕτως 7
Ἀπέστρεψε τὴν ὕβριν τοῦ Ἰακὼβ καθὼς ἀποστρέφεται καὶ ἡ τοῦ Ἰσραήλ. σύμπαντες γὰρ, ὡς ἔφημεν, ἀνέδραμον εἰς τὴν Ἰουδαίαν, τὰ ἐκ τῆς αἰχμαλωσίας διακρουσάμενοι βλάβη.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.