1 ἐνέχεσθαι πλημμελήμασι τοὺς ἐξ Ἰσραήλ. οἱ δὲ ἦσαν ἀνήμεροί τε καὶ ἀλαζόνες καὶ ἄγροικον ἔχοντες παντελῶς τὴν φρένα, κατέληγον δὲ οὐδαμῶς καὶ αὐτὴν τὴν τοῦ Θεοῦ δόξαν μονονουχὶ καταπαίοντες σκληραῖς τε καὶ ἐπαράτοις φωναῖς. ᾤοντο γὰρ ὅτι νενικήκασι καὶ οὐχ ἑκόντος αὐτοῦ, 1
καὶ ὁμοῦ τοῖς Ἰουδαίοις τὴν ἐπαμύνουσαν αὐτοῖς πεπλεο- 2 νεκτήκασι χεῖρα. καὶ γοῦν ὁ Ῥαψάκης παλιμφήμοις ἐχρῆτο φωναῖς, τοῖς ἐν τῳ τείχει τῶν Ἰεροσολύμων ἐκείνα λέγων, 3 ἃ μόναις ἃν πρέποι ταῖς τῶν οὐκ εἰδότων τὸν φύσει καὶ ἀληθῶς Θεὸν ἀνοσίαις ἀθυροστομίαις. ἀλλ’ ἐκτέτικεν εὐθὺς
τῆς ἀλαζονείας τὰς δίκας. πλὴν ᾑρηκότες τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις οἱ ἀμφὶ τὸν Σαλμανασὰρ, καὶ ἑτέρας δὲ 4 ταύταις προσκατεμπρήσαντες, κατηλαζονεύοντο τῶν ἑαλωκότων, καὶ τῆς θείας δόξης κατεθρασύνοντο. παραμυθεῖται δὴ οὖν ὁ Προφήτης ἀλύοντας τοὺς δήμους τῶν Ἰουδαίων οὐ
μετρίως, καὶ ὅτι πάντη τε καὶ πάντως τοῖς αὐτοὺς πεπολεἒσθ’ 5 μηκόσιν ἐπαρτήσει τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διδάσκει λέγων Θεὸς ζηλωτὴς καὶ ἐδικῶν Κύριος μετά θυμοῦ, ἐκδικῶν 6 τοὺς ὐπεναντίους αὐτοῦ καὶ ἐξαίρων αὐτὸς τοὺς Θροῦς αὐτοῦ. Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. περιέσται γάρ
πὼς, φησὶν, ἄμαχον ἔχων τὴν δύναμιν, καὶ κατακρατήσει τῶν λελυπηκότων . εἰ γὰρ καὶ μακρόθυμός ἐστι, καὶ ὁρᾶται τέως ὡς ἀνεξικακῶν, ἀλλ’ εἰς τέλος οὐκ ἀθῳώσει· ζηλωτὴς γάρ ἐστι. εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν τῶν ὅλων Θεὸν ἐφ’ οἷς πεπόνθασιν οἱ ἐξ Ἰσραὴλ διὰ τῆς τῶν Βαβυλωνίων ὠμότητος
οὐ μετρίως κεκινημένον. ἔφη γὰρ διὰ φωνῆς Ἱερεμίου πρὸς c τὴν τῶν Βαβυλωνίων πληθὺν ἢ πόλιν “ Ἐγὼ δέδωκα αὐτοὺς 7 “ εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἒλεος.” καὶ μὴν καὶ διὰ φωνῆς Ζαχαρίου πάλιν οὕτως φησίν “ Ἐζήλωκα 8 “ τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, καὶ ὀργὴν
“ μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, “ ἀνθ’ ὧν ἐγὼ μὲν ὀργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο “ εἰς κακά.’’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.